Textus Originalis
304 DIODORI SICULI
τον, διχήλου τῆς βάσεως οὔσης. τοῦτο πέτεσϑαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον: μάλιστα δ᾽ ὅταν κατ᾽ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καϑαπερεί τις ναῦς ἱστιοδρομοῦσα: τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίϑους χειροπληϑιαίους. ὅταν δ᾽ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασϑαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται. τούτων δὲ τῶν ζῴων ἀμυϑήτων ὄντων τῷ πλήϑει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατ᾽ αὐτῶν τῆς ϑήρας: ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφήν, ταῖς δὲ δοραῖς πρὸς ἐσϑῆτα καὶ στρωμνήν. ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰϑιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιϑεμένους, ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι: ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καϑεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆϑος τῶν ἐχόντων αὐτὰ ζῴων. Βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνϑρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καϑ᾽ ὑπερβολήν. κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παρ᾽ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέϑεις 4 πνοῆς D 7 ἀποσφενδονῶσα codices, corr. Wess. πληϑιαίους D 19 ὀρύγων F2 et Agath. 57] ὀνύχων C, ὄνυχον D (cf. II 50, 4).