Textus Originalis
III 28. 29. 305
ἐκριπτοῦσιν ἐκ τῆς ἐρήμου πλῆϑος ἀκρίδων ἀμύϑητον, τοῖς τε μεγέϑεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχϑὲς καὶ ῥυπαρόν. ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν ϑήραν. παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάϑος ἔχουσα καὶ πλάτος ἀξιόλογον: ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφϑόνου κατὰ τὴν χώραν: ἔπειϑ᾽ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον πυροῦσι τὸν ἐν αὐτῇ χόρτον. ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασϑεῖσαι τόπον, τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης μεγάλοι διανίστανται σωροί: καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλήν, πάντες προσφέρουσι ταύτην ἀϑρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποϑησαυρισμὸν [ἄσηπτον καὶ] πολυχρόνιον. ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει: οὔτε γὰρ κτηνοτροφοῦσιν οὔτε ϑαλάττης ἐγγὺς οἰκοῦσιν οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι: τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παρ᾽ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα. τὸ δὲ 11 πυροῦσι] τύφουσι C 20 καὶ τὸν] τὸν δὲ vulg. 21 ἄσηπον καὶ om. D. Diodorus I. 20