Textus Originalis

306 DIODORI SICULI

306 DIODORI SICULI

τοῦ βίου τέλος οὐ μόνον παράδοξον ἔχουσιν, ἀλλὰ καὶ πάντων ἀκληρότατον. ὅταν γὰρ πλησιάζῃ τὸ γῆρας, ἐμφύονται τοῖς σώμασι πτερωτοὶ φϑεῖρες οὐ μόνον διάφοροι τοῖς εἴδεσιν, ἀλλὰ καὶ ταῖς ἰδέαις ἄγριοι καὶ παντελῶς εἰδεχϑεῖς. ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ϑώρακος ἐπινέμεται πάντα τὸν ὄγκον ἐν ὀλίγῳ χρόνῳ. ὁ δὲ πάσχων τὸ μὲν πρῶτον ὡς ὑπὸ ψώρας τινὸς ἐρεϑιζόμενος μετρίως ὀδαξᾶσϑαι φιλοτιμεῖται, μεμιγμένην ἔχοντος τοῦ πάϑους ἀλγηδόσι τὴν χαράν: μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τῶν ἐγγενομένων ϑηρίων εἰς τὴν ἐπιφάνειαν ἐκπιπτόντων συνεκχεῖται πλῆϑος ἰχῶρος λεπτοῦ, τὴν δριμύτητα παντελῶς ἔχοντος ἀνυπομόνητον. διόπερ ὁ συνεχόμενος τῷ πάϑει βιαιότερον ἀμύττει τοῖς ὄνυξι, στεναγμοὺς μεγάλους προϊέμενος. κατὰ δὲ τὰς τῶν χειρῶν ἐξελκώσεις τοσοῦτο πλῆϑος ἐκπίπτει τῶν ἑρπετῶν ὥστε μηδὲν ἀνύειν τοὺς ἀπολέγοντας, ὡς ἂν ἄλλων ἐπ᾽ ἄλλοις ἐκφαινομένων καϑάπερ ἔκ τινος ἀγγείου πολλαχῶς κατατετρημένου. οὗτοι μὲν οὖν εἰς τοιαύτην διάλυσιν τοῦ σώματος καταστρέφουσι τὸν βίον δυστυχῶς, εἴτε διὰ τὴν ἰδιότητα τῆς τροφῆς εἴτε διὰ τὸν ἀέρα τοιαύτης τυγχάνοντες περιπετείας. Τῷ δὲ ἔϑνει τούτῳ χώρα παρήκει κατὰ τὸ μέγεϑος πολλὴ καὶ κατὰ τὰς τῆς νομῆς ποικιλίας ἀγαϑή: ἔρημος δ᾽ ἐστὶ καὶ παντελῶς ἄβατος, οὐκ ἀπ᾽ ἀρχῆς σπανίζουσα τοῦ γένους τῶν ἀνϑρώπων, ἀλλ᾽ ἐν τοῖς ὕστερον χρόνοις ἔκ τινος ἐπομβρίας ἀκαίρου πλῆϑος φαλαγγίων καὶ σκορπίων ἐξενέγκασα. τοσοῦτο 2 πλησιάσῃ vulg. 9 ὀδάξεσϑαι Dind.