Textus Originalis
III 29. 30. 307
γὰρ ἱστοροῦσιν ἐπιπολάσαι τῶν εἰρημένων ϑηρίων πλῆϑος ὥστε τοὺς κατοικοῦντας ἀνϑρώπους τὸ μὲν πρῶτον πανδημεὶ κτείνειν [πᾶν] τὸ τῇ φύσει πολέμιον, ἀπεριγενήτου δὲ τοῦ πλήϑους ὄντος καὶ τῶν δηγμάτων ὀξεῖς τοῖς πληγεῖσι τοὺς ϑανάτους ἐπιφερόντων, ἀπογνόντας τὴν πάτριον γῆν τε καὶ δίαιταν φυγεῖν ἐκ τῶν τόπων. οὐ χρὴ δὲ ϑαυμάζειν οὐδὲ ἀπιστεῖν τοῖς λεγομένοις, πολλὰ τούτων παραδοξότερα κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότα διὰ τῆς ἀληϑοῦς ἱστορίας παρειληφότας. περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆϑος ἀρουραίων ἐγγεννηϑὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας. κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύϑητοι στρουϑοὶ καὶ τὰ σπέρματα τῶν ἀνϑρώπων ἀφανίζοντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντες καὶ πίπτοντες ἀντὶ τῆς συνήϑους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν ᾧ νῦν καϑίδρυνται. καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲρ τῆς ἀϑανασίας ἄϑλων συντελεσϑέντων ἕνα καταριϑμούμενον καϑ᾽ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆϑος τῶν ἐπιπολασάντων ὀρνίϑων ἐν αὐτῇ; ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινὲς ἐγένοντο πλήϑους λεόντων ἐπελϑόντος ἐκ τῆς ἐρήμου. 3 πᾶν M, om. F, πάντα cet. τὸ DM, τὸν cet. (cf. IV 9, 7) 4 πλήϑους Hertlein (c. 31, 3), πάϑους libri 6 τοὺς om. vulg. 11 ἐγγενηϑὲν vulg. 14 ἀφανίσαντες CF 20 ἱστόρηκεν Hertlein.