Textus Originalis
308 DIODORI SICULI
Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσϑω πρὸς τοὺς ἀπίστως διὰ τὸ παράδοξον πρὸς τὰς ἱστορίας διακειμένους: πάλιν δ᾽ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις μεταβησόμεϑα. Τὰς δ᾽ ἐσχατιὰς τῶν πρὸς μεσημβρίαν μερῶν κατοικοῦσιν ἄνδρες ὑπὸ μὲν τῶν Ἑλλήνων καλούμενοι Κυναμολγοί, κατὰ δὲ τὴν τῶν πλησιοχώρων βαρβάρων διάλεκτον Ἄγριοι. οὗτοι δὲ πώγωνας μὲν φέρουσι παμμεγέϑεις, κυνῶν δὲ τρέφουσιν ἀγρίων ἀγέλας πρὸς τὴν τοῦ βίου χρείαν εὐϑέτους. ἀπὸ γὰρ τῶν πρώτων τροπῶν τῶν ϑερινῶν μέχρι μέσου χειμῶνος Ἰνδικοὶ βόες ἀμύϑητοι τὸ πλῆϑος ἐπιφοιτῶσιν αὐτῶν τὴν χώραν, ἀδήλου τῆς αἰτίας οὔσης: οὐδεὶς γὰρ οἶδεν εἴϑ᾽ ὑπὸ ζῴων πολλῶν καὶ σαρκοφάγων πολεμούμενοι φεύγουσιν, εἴτε δι᾽ ἔνδειαν τροφῆς ἐκλείποντες τοὺς οἰκείους τόπους εἴτε δι᾽ ἄλλην περιπέτειαν, ἣν ἡ μὲν πάντα τὰ παράδοξα γεννῶσα φύσις κατασκευάζει, τὸ δὲ τῶν ἀνϑρώπων γένος ἀδυνατεῖ τῷ νῷ συνιδεῖν. οὐ μὴν ἀλλὰ τοῦ πλήϑους οὐ κατισχύοντες δι᾽ ἑαυτῶν περιγενέσϑαι τοὺς κύνας ἐπαφιᾶσι, καὶ μετὰ τούτων ποιούμενοι τὴν ϑήραν πολλὰ πάνυ τῶν ζῴων χειροῦνται: τῶν δὲ ληφϑέντων ἃ μὲν πρόσφατα κατεσϑίουσιν, ἃ δὲ εἰς ἅλας συντιϑέντες ἀποϑησαυρίζουσι. πολλὰ δὲ καὶ τῶν ἄλλων ζώων διὰ τῆς τῶν κυνῶν ἀλκῆς ϑηρεύοντες ἀπὸ κρεοφαγίας τὸν βίον ἔχουσι. Τὰ μὲν οὖν τελευταῖα γένη τῶν πρὸς μεσημβρίαν οἰκούντων ἐν μορφαῖς ἀνϑρώπων τὸν βίον 7 Κυναμολγοί Agath. 60, Κυνάμυνοι DF, κυνάμονοι C 17 τὰ om. D.