Textus Originalis
32 DIODORI SICULI
ρώνειαν. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπ᾽ ἐκείνου προσαγορευϑείσης Μακεδονίας, Τριπτολέμῳ δ᾽ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελϑόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι. εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριϑῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως. ἐπανελϑόντα δ᾽ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόϑεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεϑος τῶν εὐεργεσιῶν συμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀϑανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοις τιμήν. μετὰ δὲ ταῦτ᾽ ἐξ ἀνϑρώπων εἰς ϑεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ϑυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασϑαι, μεγαλύνοντας τοῦ ϑεοῦ τὴν δύναμιν. Τῶν δ᾽ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινῶν εἰς τοὺς πολλοὺς ἐξενεχϑῆναι τὸ σιωπώμενον. φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεϑῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος: ὃν διελόντα τὸ σῶμα τοῦ φονευϑέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιϑεμένων ἑκάστῳ μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ 2 ἀπ᾽] ὑπ᾽ D 16 τιμῶν] ϑεῶν τιμῶν C, ἐν ϑεοῖς τιμῶν Euseb. pr. ev. II 1, 15 21 πότε G, τότε ceteri 38 διὰ τοῦτο vulg.