Textus Originalis
318 DIODORI SICULI
των ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασϑαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωϑροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπ᾽ αὐτὸ τεϑαρρηκότες, ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δ᾽ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, ϑεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεϑός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον. διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς: τὸ δὲ ϑηρίον ἅμα τῷ προσάψασϑαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισϑὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωϑεν ἐπεσπάσατο, καὶ περιειληϑὲν ἔσφιγγε τὴν κοιλίαν τῷ δεσμῷ: οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο. οὐ μὴν ἀπέγνωσαν τὴν ϑήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ 6 καὶ σειραῖς del. Eich. 13 τε] τε τὸ vulg. 16 ἐπέβαλλον vulg. 20 ὑπερβαλούσης vulg. 28 δὲ] τε vulg.