Textus Originalis

III 39. 40. 325

III 39. 40. 325

ᾖ τόπῳ. οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίϑῳ περιτιϑέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεϑος τοῦ στίλβοντος λίϑου: τῆς δ᾽ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωϑέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοϑὲν οἰκείως. Παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν Ἰχϑυοφάγων ἔϑνη κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδύται. πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευϑέντος σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωϑέντων. ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσϑαι. καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ ϑαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων: ἡ τε γὰρ ἤπειρος ταπεινὴ καϑορᾶται, μηδαμόϑεν ἀναστήματος ὑπερκειμένου, ἥ τε ϑάλαττα τεναγώδης οὖσα τὸ βάϑος οὐ πλέον εὑρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά. τοῦτο δ᾽ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆϑος τοῦ διαφαινομένου καϑ᾽ ὕδατος μνίου καὶ φύκους. ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔϑετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, ϑήραν δ᾽ ἰχϑύων ἄπλατον παρεχόμενος: αἱ 9 ἔϑνη Ἰχϑυοφάγων vulg. 12 σωτῆρος C 28 ϑήραν — ἄπλατον] ϑήρας — ἀπλάτους