Textus Originalis
326 DIODORI SICULI
δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαϑύπλοοι καϑεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριϑεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι. διάρσει γὰρ ἱστίων ϑέουσαι καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠϑούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δ᾽ εἰς τεναγώδεις ἰσϑμοὺς ἐμπίπτουσιν: οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλέον εἶναι τὸ βάϑος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηϑοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς: οὐδ᾽ οὕτω δὲ τῆς ἀποστροφῆς τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτ᾽ ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσϑαι: ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους. χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆϑος ἅμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως ὥστε τὸν κύκλῳ τόπον περιχώννυσϑαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσϑαι τῇ χέρσῳ. οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφὴν ἐρημίαν, οὐ παντελῶς [μὲν] ἀπεγνωκότες [εἰς τέλος] τὴν σωτηρίαν: πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ ϑεὸς ἐπιφανεὶς διε- 1 βαϑύπλοοι D, βαϑύπρωροι CF1, βαϑύπλευροι F2 6 ὁτὲ] ποτὲ II. 10 ἀνύσωσιν II 13 ἀποστροφῆς Wesseling, τροφῆς codices, σωτηρίας Dind. 15 σπανίως CDF 17 χρόνῳ] τῷ χρόνῳ CF 23 μὲν DF, δὲ C; del. Dind. εἰς τέλος del. Dind.