Textus Originalis

III 40. 327

III 40. 327

φύλαξεν: ὅταν δὲ ἀπὸ μὲν τῶν ϑεῶν ἡ προειρημένη μὴ παρακολουϑήσῃ βοήϑεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσϑενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς ϑάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείονας ἡμέρας ἀντέχῃ, πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποϑανόντων: οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δ᾽ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν ϑάνατον πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι. τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηϑέντα, καϑάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόϑεν περιχωννύμενα, τοὺς δ᾽ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωϑεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάϑειαν ἄγει τῶν ἀπολωλότων: πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεϑρον περιποιοῦντας τόπους. παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχϑυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώϑη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς ϑαλάττης εἰς τἀναντία μέρη, καὶ φανείσης τῆς ἐπὶ τῷ βυϑῷ χέρσου πάλιν ἐπελϑοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν. 9 ἀνταπέδωκαν II 18 διασημᾶναι II 21 φωνὴν DF 22 ἐγενήϑη II. πᾶς] ξηρὸς πᾶς F 23 τύπου Eichstädt, τόπου libri 24 καὶ φ.] φ. δὲ vulg. 25 ἐπὶ] ἐν D 26 πλήμην] πλημμύραν D, πλήμην καὶ πλημμύραν C.