Textus Originalis

328 DIODORI SICULI

328 DIODORI SICULI

Ἕως δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων ϑήραν ἀπηγγείλαμεν: ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν ϑερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρ᾽ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν. ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων. διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέϑη: ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωϑράν, ἀγνοουμένους δὲ παρ᾽ ἡμῖν. ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν ϑηρίων ἀλκίμων. ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δ᾽ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι ϑαυμαστά. ἡ δ᾽ ἑξῆς ϑάλαττα βαϑεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέϑεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνϑρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ: οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς ϑαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους. ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτι- 2 et 4 ταυρικῶν D cf. 38, 4 9 Θεβαίων D 12 δὲ καὶ] δὲ vulg. 16 παντοδαπῶν ϑηρίων ἀλκίμων] ἀλκίμων ζῴων II πόρος] τόπος D 20 παντοδαπὰ φέρει vulg. 24 ἐκ add. Wess. 26 τρωγοδυτικῆς D.