Textus Originalis

III 41. 42. 329

III 41. 42. 329

κῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας. Τὸ δ᾽ ἄλλο μέρος τῆς ἀντιπέρας παραλίου τὸ προσκεκλιμένον Ἀραβίᾳ πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφϑέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως ὠκεανοῦ παρηκούσης Ἀραβίας. ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραϑαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως διὰ τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ. οὗτος δ᾽ ὀνομάζεται μὲν Φοινικών, ἔχει δὲ πλῆϑος τούτου τοῦ φυτοῦ πολύκαρπον καϑ᾽ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τρυφὴν διαφέρον. πᾶσα δ᾽ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει: διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανϑρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφάς, εἰκότως οἱ βάρβαροι καϑιερώκασι. καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι: αὗται δ᾽ ἐφ᾽ ἑκάτερα τὰ μέρη τὰ κατὰ [τὴν] γῆν χλοερὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ [τὸν τόπον]. ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίϑου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις. ἐπιμέλονται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνή, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. μακρόβιοι δ᾽ εἰσὶν οἱ 1 ὑπὸ vulg. Ψαβοί D, Ψαβαί AD, Ψεβοί C 13 τρυφὴν] διατροφὴν II διάφορον vulg. 21 ἐφ᾽ ἑκάτερον μέρος CE τὴν om. D; τῆς γῆς II 22 τὸν τόπον om. CF. 26 ἀνυδρίᾳ] μακροὶ C