Textus Originalis

330 DIODORI SICULI

330 DIODORI SICULI

τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν ϑηρίων φόβον. παραπλεύσαντι δὲ τὸν Φοινικῶνα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη: τοσοῦτο γὰρ πλῆϑος τῶν ϑηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις ὥστε ϑαυμάζειν τοὺς ἰδόντας. τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν καὶ τὴν Παλαιστίνην [τῆς Ἀραβίας]: εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μιναῖοι. Τὴν δ᾽ ἑξῆς παραϑαλάττιον τὸ μὲν παλαιὸν ἐνέμοντο Μαρανῖται, μετὰ δὲ ταῦτα Γαρινδανεῖς, ὄντες πλησιόχωροι. τὴν δὲ χώραν κατέσχον τοιῷδέ τινι τρόπῳ. ἐν τῷ πρόσϑεν λεχϑέντι Φοινικῶνι συντελουμένης πανηγύρεως πενταετηρικῆς ἐφοίτων πανταχόϑεν οἱ περίοικοι, καμήλων εὖ τεϑραμμένων ἑκατόμβας τοῖς ἐν τῷ τεμένει ϑεοῖς ϑύσοντες, ὁμοίως δὲ καὶ τῶν ὑδάτων τῶν ἐξ αὐτοῦ κομιοῦντες εἰς τὰς πατρίδας διὰ τὸ παραδίδοσϑαι τοῦτο τὸ ποτὸν παρασκευάζειν τοῖς προσενεγκαμένοις τὴν ὑγίειαν. διὰ δὴ ταύτας τὰς αἰτίας τῶν Μαρανιτῶν καταντησάντων εἰς τὴν πανήγυριν, οἱ Γαρινδανεῖς τοὺς μὲν ἀπολελειμμένους ἐν τῇ χώρᾳ κατασφάξαντες, 3 Φοινικοῦντα codices 9 τῆς Ἀραβίας delevi (ut Agath.) post Πέτραν inseruit Salmasius 13 Μινναῖοι codices 15 μαριανεῖς D, ναρινεῖς C, νεαρῖνες F1 (cf. v. 24) γαρυνδάνεις C (= v. 25) 24 μαριανιτῶν D, μαρανητῶν II.