Textus Originalis
III 42. 43. 331
τοὺς δ᾽ ἐκ τῆς πανηγύρεως ἐπανιόντας ἐνεδρεύσαντες διέφϑειραν, ἐρημώσαντες δὲ τὴν χώραν τῶν οἰκητόρων κατεκληρούχησαν πεδία καρποφόρα καὶ νομὰς τοῖς κτήνεσι δαψιλεῖς ἐκτρέφοντα. αὕτη δ᾽ ἡ παράλιος λιμένας μὲν ὀλίγους ἔχει, διείληπται δ᾽ ὄρεσι πυκνοῖς καὶ μεγάλοις, ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα ϑαυμαστὴν παρέχεται ϑέαν τοῖς παραπλέουσι. παραπλεύσαντι δὲ ταύτην τὴν χώραν ἐκδέχεται κόλπος Λαιανίτης, περιοικούμενος πολλαῖς κώμαις Ἀράβων τῶν προσαγορευομένων Ναβαταίων. οὗτοι δὲ πολλὴν μὲν τῆς παραλίου νέμονται, οὐκ ὀλίγην δὲ καὶ τῆς εἰς μεσόγειον ἀνηκούσης χώρας, τόν τε λαὸν ἀμύϑητον ἔχοντες καὶ ϑρεμμάτων ἀγέλας ἀπίστους τοῖς πλήϑεσιν. οἳ τὸ μὲν παλαιὸν ἐζῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν ϑρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον τοῖς τε ναυαγοῦσιν ἐπετίϑεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλήστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων: μετὰ δὲ ταῦτα ληφϑέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσϑησαν. μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη. διὰ δὲ τὸ πλῆϑος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν 6 ποικηλίας D, ὠφελείας II 9 Λαιανίτης Agath.] λαινίτης D, λαιρέτης F, ἀλαινίτης C 15 διῆγον Cobet, διεζῆγον malim.