Textus Originalis
332 DIODORI SICULI
παντοδαπῶν ἀμύϑητον ἐκτρέφει πλῆϑος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δ᾽ ἐλάφους καὶ δορκάδας. πρὸς δὲ τὸ πλῆϑος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεϑ᾽ ἡμέραν καὶ νύκτωρ ϑηριομαχεῖν ὑπὲρ τῶν ϑρεμμάτων: οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνϑρώποις μετὰ τῶν ἀγαϑῶν διδόναι τὰ βλάπτοντα. Παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν. συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δ᾽ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς ϑαυμασίοις τὸ μέγεϑος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα: ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτ᾽ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτ᾽ ἐκπλεῦσαι. κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν. οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα. ἱερὸν δ᾽ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον. ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν 8 ἐκτρεφομένων F 16 δυσδιεξίτητον CF — 22 Βνιζομενεῖς C 26 δὲ] δ᾽ ἐν D 26 παράλιοι II.