Textus Originalis

340 DIODORI SICULI

340 DIODORI SICULI

ἀργυροειδεῖς τύπους ἐπὶ τῶν κιονοκράνων ἔχοντα. τὰς δ᾽ ὀροφὰς καὶ ϑύρας χρυσαῖς φιάλαις λιϑοκολλήτοις καὶ πυκναῖς διειληφότες ἅπασαν τὴν τῶν οἰκιῶν κατὰ μέρος οἰκοδομίαν πεποίηνται ϑαυμαστὴν ταῖς πολυτελείαις: τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δ᾽ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίϑων, ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παρ᾽ ἀνϑρώποις, κατεσκευάκασιν. ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσϑαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον. ἡ δὲ κατὰ τούτους ϑάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσϑ᾽ ἅμα ϑαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν. νῆσοι δ᾽ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς ϑήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καϑόλου κέρας. εἰς ταύτας δ᾽ ἔμποροι πάντοϑεν καταπλέουσι, μάλιστα δ᾽ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ὤκισε παρὰ τὸν Ἰνδὸν ποταμόν, ναύσταϑμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν ὠκεανὸν παραλίου. περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσϑησόμεϑα τοῖς εἰρημένοις. Περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον. ϑαυμασιώτατον μέν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις: 1 ἐπὶ τ. κ. τύπους ἔχοντα C 5 γὰρ om. vulg. 13 τὸ om. D 19 ἐκ Rhod., εἰς codices 22 ἐνοικούντων II 26 μὲν D, μὲν οὖν vulg.