Textus Originalis
III 47. 48. 341
ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀϑηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσϑαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατ᾽ ὀλίγον [πλοϊζομένοις] ἀϑεωρήτους ὑπάρχειν. τῶν δ᾽ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρ᾽ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσϑαι: τὸν δ᾽ ἥλιον οὐχ ὥσπερ παρ᾽ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλ᾽ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν. διὸ καὶ μηδέποϑ᾽ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσϑαι πρὶν ὁραϑῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσϑαι μὲν ἄνϑρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινϑῆρας δ᾽ ἀφ᾽ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσϑαι, καϑάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριϑεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτ᾽ αὐγὴν ποιεῖν μήτ᾽ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει: δευτέρας δ᾽ ἀρχομένης ἀσπιδοειδῆ γίνεσϑαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καϑ᾽ ὑπερβολήν. κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσϑαι συμπτώματα περὶ αὐτόν: δοκεῖν γὰρ τοῖς ὁρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον 5 κατ᾽ ὀλίγον] κατὰ λόγον Agath. 104 πλοιζομένοις ἀϑεωρήτους ὑπάρχειν AD, πλοιζομένοις ceteri 6 πλανητὰς AD, πλάνητας ἀϑεωρήτους ὑπάρχειν ceteri 12 μὲν om. vulg. 17 δισκοειδῆ Agath. 25 περὶ] πρὸς II 26 κεναῖς F, μὲν αἷς C.