Textus Originalis
342 DIODORI SICULI
οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δ᾽ Ἀγαϑαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν. τοῦτον δὲ τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσϑαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου. τῶν δ᾽ ἀνέμων ζέφυροι μὲν καὶ λίβες, ἔτι δ᾽ ἀργέσται καὶ εὖροι, πνέουσι καϑάπερ καὶ παρὰ τοῖς ἄλλοις: νότοι δὲ κατὰ μὲν Αἰϑιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν ϑερμοὶ γίνονται καϑ᾽ ὑπερβολήν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις σκιὰς ἐκλύειν τὰ σώματα. ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς πάντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός. Τούτων δ᾽ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη διελϑεῖν περὶ τῶν Λιβύων τῶν πλησίον Αἰγύπτου κατοικούντων καὶ τῆς ὁμόρου χώρας. τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων: ὧν οἱ μὲν ὀνομαζόμενοι Νασαμῶνες νέμονται τὰ νεύοντα μέρη πρὸς νότον, οἱ δ᾽ Αὐχῖσαι τὰ πρὸς τὴν δύσιν, οἱ δὲ Μαρμαρίδαι κατοικοῦσι τὴν μεταξὺ ταινίαν Αἰγύπτου καὶ Κυρήνης, μετέχοντες καὶ τῆς παραλίου, οἱ δὲ Μάκαι πολυανϑρωπίᾳ τῶν ὁμοεϑνῶν προέχοντες νέμονται τοὺς τόπους τοὺς περὶ τὴν Σύρτιν. τῶν δὲ προειρημένων Λιβύων γεωργοὶ μέν εἰσιν οἷς ὑπάρχει χώρα δυνα- 1 ἐλαττόνων libri, corr. Rhod. 2 τριῶν] ὡρῶν τριῶν II δὲ] δὴ vulg. 8 τρωγοδυτικὴν D 18 ἅπαντα vulg. 20 αὐχεῖσαι C, αὐχῖσαι F, αὐοχεῖται DG; corr. Wess. 23 παραλίας vulg. οἱ δ᾽ ἀμάκαι D 34 ὁμοεϑνῶν] ἐϑνῶν D.