Textus Originalis
III 48. 49. 343
μένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δ᾽ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων: ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδ᾽ ἀνϑρωπίνης ἡμερότητος ἐξηλλαγμένον. τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδ᾽ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον. πάντες δ᾽ οἱ Λίβυες οὗτοι ϑηριώδη βίον ἔχουσιν, ὑπαίϑριοι διαμένοντες καὶ τὸ τῶν ἐπιτηδευμάτων ἄγριον ἐζηλωκότες: οὔτε γὰρ ἡμέρου διαίτης οὔτ᾽ ἐσϑῆτος μετέχουσιν, ἀλλὰ δοραῖς αἰγῶν σκεπάζουσι τὰ σώματα. τοῖς δὲ δυνάσταις αὐτῶν πόλεις μὲν τὸ σύνολον οὐχ ὑπάρχουσι, πύργοι δὲ πλησίον τῶν ὑδάτων, εἰς οὓς ἀποτίϑενται τὰ πλεονάζοντα τῆς ὠφελείας. τοὺς δ᾽ ὑποτεταγμένους λαοὺς κατ᾽ ἐνιαυτὸν ἐξορκίζουσι πειϑαρχήσειν: καὶ τῶν μὲν ὑπακουσάντων ὡς συμμάχων φροντίζουσι, τῶν δὲ μὴ προσεχόντων ϑάνατον καταγνόντες ὡς λῃσταῖς πολεμοῦσιν. ὁ δ᾽ ὁπλισμὸς αὐτῶν ἐστιν οἰκεῖος τῆς τε χώρας καὶ τῶν ἐπιτηδευμάτων: κοῦφοι γὰρ ὄντες τοῖς σώμασι καὶ χώραν οἰκοῦντες κατὰ τὸ πλεῖστον πεδιάδα, πρὸς τοὺς κινδύνους ὁρμῶσι λόγχας ἔχοντες τρεῖς καὶ λίϑους ἐν ἄγγεσι σκυτίνοις: ξίφος δ᾽ οὐ φοροῦσιν οὐδὲ κράνος οὐδ᾽ ὅπλον οὐδὲν ἕτερον, στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις ἐν τοῖς διωγμοῖς καὶ πάλιν ἐν ταῖς ἀπο- 27 ταῖς] ἐν ταῖς vulg.