Textus Originalis
344 DIODORI SICULI
χωρήσεσι. διόπερ εὔϑετοι πρὸς δρόμον εἰσὶ καὶ λιϑοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηϑείᾳ τὰ τῆς φύσεως προτερήματα. καϑόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατ᾽ οὐδένα τρόπον διατηροῦσιν. Τῆς δὲ χώρας ἡ μὲν ὅμορος τῇ Κυρήνῃ γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς: οὐ μόνον γὰρ ὑπάρχει σιτοφόρος, ἀλλὰ καὶ πολλὴν ἄμπελον, ἔτι δ᾽ ἐλαίαν ἔχει καὶ τὴν ἀγρίαν ὕλην καὶ ποταμοὺς εὐχρηστίαν παρεχομένους: ἡ δ᾽ ὑπὲρ τὸ νότιον μέρος ὑπερτείνουσα, καϑ᾽ ἣν τὸ νίτρον φύεσϑαι συμβέβηκεν, ἄσπορος οὖσα καὶ σπανίζουσα ναματιαίων ὑδάτων, τὴν πρόσοψιν ἔχει πελάγει παρεμφερῆ: οὐδεμίαν δὲ παρεχομένη ποικιλίαν κατὰ τὴν ἰδέαν ἐρήμῳ γῇ περιέχεται, τῆς ὑπερκειμένης ἐρήμου δυσεξίτητον ἐχούσης τὸ πέρας. διόπερ οὐδ᾽ ὄρνεον ἰδεῖν ἔστιν, οὐ τετράπουν ἐν αὐτῇ ζῷον πλὴν δορκάδος καὶ βοός, οὐ μὴν οὔτε φυτὸν οὔτ᾽ ἄλλο τῶν δυναμένων ψυχαγωγῆσαι τὴν ὅρασιν, ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀϑρόους ϑῖνας. ἐφ᾽ ὅσον δὲ σπανίζει τῶν πρὸς ἥμερον βίον ἀνηκόντων, ἐπὶ τοσοῦτο πλήϑει παντοίων ταῖς ἰδέαις καὶ τοῖς μεγέϑεσιν ὄφεων, μάλιστα δὲ τῶν τοιούτων οὓς προσαγορεύουσι κεράστας. οἳ τὰ μὲν δήγματα ϑανατηφόρα ποιοῦνται, τὴν δὲ χρόαν ἅμμῳ παραπλησίαν ἔχουσι: διόπερ ἐξωμοιωμένων αὐτῶν κατὰ τὴν πρόσοψιν τοῖς ὑποκειμένοις ἐδά- 1 εὐϑετώτατοί II δρόμον] διωγμὸν D 11 νίτρον] νότειον F; τὴν ὀνόχειλον M. Schmidt 14 κατὰ τὴν ἰδέαν om. II 16 δυσεξίτητον II 16 οὐδ᾽ ... οὐ] οὔτ᾽ ... οὔτε malim.