Textus Originalis

III 49. 50. 51. 345

III 49. 50. 51. 345

φεσιν ὀλίγοι μὲν ἐπιγινώσκουσιν, οἱ πολλοὶ δ᾽ ἀγνοοῦντες πατοῦσι καὶ κινδύνοις περιπίπτουσιν ἀπροσδοκήτοις. λέγεται δὲ τούτους τὸ παλαιὸν ἐπελϑόντας ποτὲ πολλὴν τῆς Αἰγύπτου ποιῆσαι τὴν ὑποκειμένην χώραν ἀοίκητον. γίνεται δέ τι ϑαυμάσιον περί τε ταύτην [τὴν χώραν καὶ] τὴν χέρσον καὶ τὴν ἐπέκεινα τῆς Σύρτεως Λιβύην. περὶ γάρ τινας καιροὺς καὶ μάλιστα κατὰ τὰς νηνεμίας συστάσεις ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέας ἐμφαίνουσαι: τούτων δ᾽ αἱ μὲν ἠρεμοῦσιν, αἱ δὲ κίνησιν λαμβάνουσι, καὶ ποτὲ μὲν ὑποφεύγουσι, ποτὲ δὲ διώκουσι, πᾶσαι δὲ τὸ μέγεϑος ἄπλατον ἔχουσαι ϑαυμαστὴν κατάπληξιν καὶ ταραχὴν παρασκευάζουσι τοῖς ἀπείροις. αἱ γὰρ ἐπιδιώκουσαι τοὺς ἀνϑρώπους ἐπειδὰν καταλάβωσι, περιχέονται τοῖς σώμασι ψυχραὶ καὶ παλμώδεις, ὥστε τοὺς μὲν ξένους ἀσυνήϑεις ὄντας διὰ τὸ δέος ἐκπεπλῆχϑαι, τοὺς δ᾽ ἐγχωρίους πολλάκις συγκεκυρηκότας τοῖς τοιούτοις καταφρονεῖν τοῦ συμβαίνοντος. παραδόξου δ᾽ εἶναι δοκοῦντος τοῦ πράγματος καὶ μύϑῳ πεπλασμένῳ παραπλησίου, πειρῶνταί τινες τῶν φυσικῶν αἰτίας ἀποδιδόναι τοῦ γινομένου τοιαύτας. ἀνέμους φασὶ κατὰ τὴν χώραν τοὺς μὲν τὸ σύνολον μὴ πνεῖν, τοὺς δὲ παντελῶς εἶναι βληχροὺς καὶ κωφούς: ὑπάρχειν δὲ καὶ περὶ τὸν ἀέρα πολλάκις ἠρεμίαν καὶ ϑαυμαστὴν ἀκινησίαν διὰ τὸ μήτε νάπας μήτε συ- 4 ποιῆσαι τῆς Αἰγ. vulg. 6 τε] γε D; χερσόνησον D; aut καὶ τὴν χέρσον aut τὴν χώραν καὶ del. Reiske; equidem v. 7 καὶ Λιβύην delere malim — 8 ἀνηνεμίας D 12 ἄπλετον II 15 καταλάβωνται II 16 παχνώδεις Reiske.