Textus Originalis

346 DIODORI SICULI

346 DIODORI SICULI

σκιους αὐλῶνας παρακεῖσϑαι πλησίον μήτε λόφων ὑπάρχειν ἀναστήματα: ποταμῶν τε μεγάλων σπανίζειν τοὺς τόπους, καὶ καϑόλου τὴν σύνεγγυς χώραν ἅπασαν ἄκαρπον οὖσαν μηδεμίαν ἔχειν ἀναϑυμίασιν: ἐξ ὧν ἁπάντων εἰωϑέναι γεννᾶσϑαί τινας ἀρχὰς καὶ συστάσεις πνευμάτων. διόπερ συμπνιγοῦς περιστάσεως τὴν χέρσον ἐπεχούσης, ὅπερ ὁρῶμεν ἐπὶ τῶν νεφῶν ἐνίοτε συμβαῖνον ἐν ταῖς νοτίαις ἡμέραις, τυπουμένων ἰδεῶν παντοδαπῶν, τοῦτο γίνεσϑαι καὶ περὶ τὴν Λιβύην, πολλαχῶς μορφουμένου τοῦ συμπίπτοντος ἀέρος: ὃν ταῖς μὲν ἀσϑενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσϑαι μετεωριζόμενον καὶ παλμοὺς ποιοῦντα καὶ συγκρούοντα συστήμασιν ἑτέροις ὁμοίοις, νηνεμίας δ᾽ ἐπιλαμβανούσης καϑίστασϑαι πρὸς τὴν γῆν, βαρὺν ὄντα καὶ τετυπωμένον ὡς ἔτυχεν: ἔπειτα μηδενὸς ὄντος τοῦ συγχέοντος προσπελάζειν τοῖς αὐτομάτως περιτυγχάνουσι τῶν ζῴων. τὰς δ᾽ ἐφ᾽ ἑκάτερα κινήσεις αὐτῶν φασι προαίρεσιν μὲν μηδεμίαν ἐμφαίνειν: ἐν ἀψύχῳ γὰρ ἀδύνατον ὑπάρχειν φυγὴν ἑκούσιον ἢ δίωξιν: τὰ μέντοι ζῷα λεληϑότως αἴτια τῆς μεταρσίας κινήσεως γίνεσϑαι: προσιόντων μὲν γὰρ αὐτῶν τὸν ὑποκείμενον ἀέρα μετὰ βίας ἀναστέλλειν, καὶ διὰ τοῦϑ᾽ ὑποχωρεῖν τὸ συνεστηκὸς εἴδωλον καὶ ποιεῖν τὴν ἔμφασιν ὑποφεύγοντος: τοῖς δ᾽ ἀναχωροῦσι κατὰ τοὐναντίον ἐπακολουϑεῖν, ἀντεστραμμένης τῆς αἰτίας, ὡς ἂν τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως ἐπισπωμένης. διόπερ ἐοικέναι διώκοντι τοὺς ὑποχωροῦντας: ἕλκεσϑαι γὰρ 11 ταῖς μὲν] ἐν μὲν ταῖς D 15 βαρύνοντα D 16 διαχέοντος II — 21 κινήσεως] καὶ κινήσεως vulg.