Textus Originalis
III 51. 52. 347
αὐτὸ καὶ προπίπτειν εἰς τὸ πρόσϑεν ἀϑρόον ὑπὸ τῆς πάλιν ῥύμης: τοὺς δ᾽ ὑποφεύγοντας, ὅταν ἐπιστραφῶσιν ἢ μένωσιν, εὐλόγως ὑπὸ τοῦ συνακολουϑοῦντος εἰδώλου ψαύεσϑαι τοῖς ὄγκοις: τοῦτο δὲ κατὰ τὴν πρὸς τὸ στερέμνιον πρόσπτωσιν περιϑρύβεσϑαι, καὶ πανταχόϑεν προσχεόμενον καταψύχειν τὰ σώματα τῶν περιτυγχανόντων. Τούτων δ᾽ ἡμῖν διευκρινουμένων οἰκεῖον ἂν εἴη τοῖς προειρημένοις τόποις διελϑεῖν τὰ περὶ τὰς Ἀμαζόνας ἱστορούμενα τὰς γενομένας τὸ παλαιὸν κατὰ τὴν Λιβύην. οἱ πολλοὶ μὲν γὰρ ὑπειλήφασι τὰς περὶ τὸν Θερμώδοντα ποταμὸν ἐν τῷ Πόντῳ λεγομένας κατῳκηκέναι μόνας ὑπάρξαι: τὸ δ᾽ ἀληϑὲς οὐχ οὕτως ἔχει, διὰ τὸ πολὺ προτερεῖν τοῖς χρόνοις τὰς κατὰ Λιβύην καὶ πράξεις ἀξιολόγους ἐπιτελέσασϑαι. οὐκ ἀγνοοῦμεν δὲ διότι πολλοῖς τῶν ἀναγινωσκόντων ἀνήκοος φανεῖται καὶ ξένη παντελῶς ἡ περὶ τούτων ἱστορία: ἠφανισμένου γὰρ ὁλοσχερῶς τοῦ γένους τῶν Ἀμαζονίδων τούτων πολλαῖς γενεαῖς πρότερον τῶν Τρωικῶν, τῶν δὲ περὶ τὸν Θερμώδοντα ποταμὸν [γυναικῶν] ἠκμακυιῶν μικρὸν πρὸ τούτων τῶν χρόνων, οὐκ ἀλόγως αἱ μεταγενέστεραι καὶ μᾶλλον γνωριζόμεναι τὴν δόξαν κεκληρονομήκασι τὴν τῶν παλαιῶν καὶ παντελῶς ἀγνοουμένων διὰ τὸν χρόνον ὑπὸ τῶν πλείστων. οὐ μὴν ἀλλ᾽ ἡμεῖς εὑρίσκοντες πολλοὺς μὲν τῶν ἀρχαίων ποιητῶν τε καὶ συγγραφέων, οὐκ ὀλίγους δὲ καὶ τῶν μεταγενεστέρων μνή- 2 πάλιν ῥύμης] παλιρρύμης A ἐπιστρέφωσιν II 11 μὲν D, om. vulg. 21 γυναικῶν om. E μικρὸν ἠκμακυιῶν D 22 καὶ om. D.