Textus Originalis
348 DIODORI SICULI
μην πεποιημένους αὐτῶν, ἀναγράφειν τὰς πράξεις πειρασόμεϑα ἐν κεφαλαίοις ἀκολούϑως Διονυσίῳ τῷ συντεταγμένῳ τὰ περὶ τοὺς Ἀργοναύτας καὶ τὸν Διόνυσον καὶ ἕτερα πολλὰ τῶν ἐν τοῖς παλαιοτάτοις χρόνοις πραχϑέντων. Γέγονε μὲν οὖν πλείω γένη γυναικῶν κατὰ τὴν Λιβύην μάχιμα καὶ τεϑαυμασμένα μεγάλως ἐπ᾽ ἀνδρείᾳ: τό τε γὰρ τῶν Γοργόνων ἔϑνος, ἐφ᾽ ὃ λέγεται τὸν Περσέα στρατεῦσαι, παρειλήφαμεν ἀλκῇ διαφέρον: τὸ γὰρ τὸν Διὸς μὲν υἱόν, τῶν δὲ καϑ᾽ ἑαυτὸν Ἑλλήνων ἄριστον, τελέσαι μέγιστον ἆϑλον τὴν ἐπὶ ταύτας στρατείαν τεκμήριον ἄν τις λάβοι τῆς περὶ τὰς προειρημένας γυναῖκας ὑπεροχῆς τε καὶ δυνάμεως: ἥ τε τῶν νῦν μελλουσῶν ἱστορεῖσϑαι ἀνδρεία παράδοξον ἔχει τὴν ὑπεροχὴν πρὸς τὰς καϑ᾽ ἡμᾶς φύσεις τῶν γυναικῶν συγκρινομένη. φασὶ γὰρ ὑπάρξαι τῆς Λιβύης ἐν τοῖς πρὸς ἑσπέραν μέρεσιν ἐπὶ τοῖς πέρασι τῆς οἰκουμένης ἔϑνος γυναικοκρατούμενον καὶ βίον ἐζηλωκὸς οὐχ ὅμοιον τῷ παρ᾽ ἡμῖν. ταῖς μὲν γὰρ γυναιξὶν ἔϑος εἶναι διαπονεῖν τὰ κατὰ πόλεμον, καὶ χρόνους ὡρισμένους ὀφείλειν στρατεύεσϑαι, διατηρουμένης τῆς παρϑενίας: διελϑόντων δὲ τῶν ἐτῶν τῶν τῆς στρατείας προσιέναι μὲν τοῖς ἀνδράσι παιδοποιίας ἕνεκα, τὰς δ᾽ ἀρχὰς καὶ τὰ κοινὰ διοικεῖν ταύτας ἅπαντα. τοὺς δ᾽ ἄνδρας ὁμοίως ταῖς παρ᾽ ἡμῖν γαμεταῖς τὸν κατοικίδιον ἔχειν βίον, ὑπηρετοῦντας τοῖς ὑπὸ τῶν 3 τῷ συντεταγμένῳ om. D 12 στρατηγίαν D 14 μελλόντων D 18 ἐπὶ τοῦ πέρατος II. 19 οὐχ ὅμοιον] οὐκ ἴσον CF 21 κατὰ] τὸν add. CF 23 τῶν τῆς] τῆς CF 25 ἅπαντα ταῦτας vulg.