Textus Originalis
III 52. 53. 349
συνοικουσῶν προσταττομένοις: μὴ μετέχειν δ᾽ αὐτοὺς μήτε στρατείας μήτ᾽ ἀρχῆς μήτ᾽ ἄλλης τινὸς ἐν τοῖς κοινοῖς παρρησίας, ἐξ ἧς ἔμελλον φρονηματισϑέντες ἐπιϑήσεσϑαι ταῖς γυναιξί. κατὰ δὲ τὰς γενέσεις τῶν τέκνων τὰ μὲν βρέφη παραδίδοσϑαι τοῖς ἀνδράσι, καὶ τούτους διατρέφειν αὐτὰ γάλακτι καὶ ἄλλοις τισὶν ἑψήμασιν οἰκείοις ταῖς τῶν νηπίων ἡλικίαις: εἰ δὲ τύχοι ϑῆλυ γεννηϑέν, ἐπικάεσϑαι αὐτοῦ τοὺς μαστούς, ἵνα μὴ μετεωρίζωνται κατὰ τοὺς τῆς ἀκμῆς χρόνους: ἐμπόδιον γὰρ οὐ τὸ τυχὸν εἶναι δοκεῖν πρὸς τὰς στρατείας τοὺς ἐξέχοντας τοῦ σώματος μαστούς: διὸ καὶ τούτων αὐτὰς ἀπεστερημένας ὑπὸ τῶν Ἑλλήνων Ἀμαζόνας προσαγορεύεσϑαι. μυϑολογοῦσι δ᾽ αὐτὰς ὠκηκέναι νῆσον τὴν ἀπὸ μὲν τοῦ πρὸς δυσμὰς ὑπάρχειν αὐτὴν Ἑσπέραν προσαγορευϑεῖσαν, κειμένην δ᾽ ἐν τῇ Τριτωνίδι λίμνῃ. ταύτην δὲ πλησίον ὑπάρχειν τοῦ περιέχοντος τὴν γῆν ὠκεανοῦ, προσηγορεῦσϑαι δ᾽ ἀπό τινὸς ἐμβάλλοντος εἰς αὐτὴν ποταμοῦ Τρίτωνος: κεῖσϑαι δὲ τὴν λίμνην ταύτην πλησίον Αἰϑιοπίας καὶ τοῦ παρὰ τὸν ὠκεανὸν ὄρους, ὃ μέγιστον μὲν ὑπάρχειν τῶν ἐν τοῖς τόποις καὶ προπεπτωκὸς εἰς τὸν ὠκεανόν, ὀνομάζεσϑαι δ᾽ ὑπὸ τῶν Ἑλλήνων Ἄτλαντα. τὴν δὲ προειρημένην νῆσον ὑπάρχειν μὲν εὐμεγέϑη καὶ πλήρη καρπίμων δένδρων παντοδαπῶν, ἀφ᾽ ὧν πορίζεσϑαι τὰς τροφὰς τοὺς ἐγχωρίους. ἔχειν δ᾽ αὐτὴν καὶ κτηνῶν πλῆϑος, αἰγῶν καὶ προβάτων, ἐξ ὧν γάλα καὶ κρέα πρὸς διατροφὴν ὑπάρχειν τοῖς κεκτη- 4 ἐπιϑέσϑαι II 7 οἰκείοις malim 11 δοκεῖ libri, corr. Dind. 15 τοῦ μὲν vulg. 22 προκεκυφὸς Eich.