Textus Originalis
350 DIODORI SICULI
μένοις: σίτῳ δὲ τὸ σύνολον μὴ χρῆσϑαι τὸ ἔϑνος διὰ τὸ μήπω τοῦ καρποῦ τούτου τὴν χρείαν εὑρεϑῆναι παρ᾽ αὐτοῖς. τὰς δ᾽ οὖν Ἀμαζόνας ἀλκῇ διαφερούσας καὶ πρὸς πόλεμον ὡρμημένας τὸ μὲν πρῶτον τὰς ἐν τῇ νήσῳ πόλεις καταστρέφεσϑαι πλὴν τῆς ὀνομαζομένης Μήνης, ἱερᾶς δ᾽ εἶναι νομιζομένης, ἣν κατοικεῖσϑαι μὲν ὑπ᾽ Αἰϑιόπων Ἰχϑυοφάγων, ἔχειν δὲ πυρὸς ἐκφυσήματα μεγάλα καὶ λίϑων πολυτελῶν πλῆϑος τῶν ὀνομαζομένων παρ᾽ Ἕλλησιν ἀνϑράκων καὶ σαρδίων καὶ σμαράγδων, μετὰ δὲ ταῦτα πολλοὺς τῶν πλησιοχώρων Λιβύων καὶ νομάδων καταπολεμῆσαι, καὶ κτίσαι πόλιν μεγάλην ἐντὸς τῆς Τριτωνίδος λίμνης, ἣν ἀπὸ τοῦ σχήματος ὀνομάσαι Χερρόνησον. ἐκ δὲ ταύτης ὁρμωμένας ἐγχειρῆσαι μεγάλαις ἐπιβολαῖς, ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελϑεῖν πολλὰ μέρη τῆς οἰκουμένης. ἐπὶ πρώτους δ᾽ αὐτὰς στρατεῦσαι λέγεται τοὺς Ἀτλαντίους, ἄνδρας ἡμερωτάτους τῶν ἐν τοῖς τόποις ἐκείνοις καὶ χώραν νεμομένους εὐδαίμονα καὶ πόλεις μεγάλας: παρ᾽ οἷς δὴ μυϑολογεῖσϑαί φασι τὴν τῶν ϑεῶν γένεσιν ὑπάρξαι πρὸς τοῖς κατὰ τὸν ὠκεανὸν τόποις, συμφώνως τοῖς παρ᾽ Ἕλλησι μυϑολόγοις, περὶ ὧν τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν. τῶν οὖν Ἀμαζόνων λέγεται βασιλεύουσαν Μύριναν συστήσασϑαι στρατόπεδον πεζῶν μὲν τρισμυρίων, ἱππέων δὲ τρισχιλίων, ζηλουμένης παρ᾽ αὐταῖς περιττότερον ἐν τοῖς πολέμοις τῆς ἀπὸ τῶν ἱππέων χρείας. 6 Μήνης] μὲν Μήνης Hertlein 17 Ἀτλαντείους CF (ut infra) 23 τὰ D, om. vulg. 25 τρισμυρίων] δισχιλίων Wess. 26 δισχιλίων vulg., τρισμυρίων Wess.