Textus Originalis

III 53. 54. 351

III 53. 54. 351

ὅπλοις δὲ χρῆσϑαι σκεπαστηρίοις ὄφεων μεγάλων δοραῖς, ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῷα τοῖς μεγέϑεσιν ἄπιστα, ἀμυντηρίοις δὲ [τοῖς] ξίφεσι καὶ [ταῖς] λόγχαις, ἔτι δὲ τόξοις, οἷς μὴ μόνον ἐξ ἐναντίας βάλλειν, ἀλλὰ καὶ κατὰ τὰς φυγὰς τοὺς ἐπιδιώκοντας εἰς τοὐπίσω τοξεύειν εὐστόχως. ἐμβαλούσας δ᾽ αὐτὰς εἰς τὴν τῶν Ἀτλαντίων χώραν τοὺς μὲν τὴν Κέρνην καλουμένην οἰκοῦντας παρατάξει νικῆσαι, καὶ συνεισπεσούσας τοῖς φεύγουσιν ἐντὸς τῶν τειχῶν κυριεῦσαι τῆς πόλεως: βουλομένας δὲ τῷ φόβῳ καταπλήξασϑαι τοὺς περιοίκους ὠμῶς προσενεχϑῆναι τοῖς ἁλοῦσι, καὶ τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάξαι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδισαμένας κατασκάψαι τὴν πόλιν. τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοϑείσης εἰς τοὺς ὁμοεϑνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι᾽ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχϑὲν ποιήσειν ἐπαγγείλασϑαι, τὴν δὲ βασίλισσαν Μύριναν ἐπιεικῶς αὐτοῖς προσενεχϑεῖσαν φιλίαν τε συνϑέσϑαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι: κατοικίσαι δ᾽ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον. μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῇ καὶ τιμὰς ἀξιολόγους κοινῇ ψηφισαμένων, ἀποδέξασϑαί τε τὴν φιλανϑρωπίαν αὐτῶν καὶ προσεπαγγείλασϑαι τὸ ἔϑνος εὐεργετήσειν. τῶν δ᾽ ἐγχωρίων πεπολεμημένων πολλάκις 3 τοῖς et ταῖς om. C 7 Ἀτλαντίδων codices 8 κατοικοῦντας vulg. 15 γκερναίους D 21 ἑαυτῇ c. 55, 6 26 τε om. D.