Textus Originalis

352 DIODORI SICULI

352 DIODORI SICULI

ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχουσῶν τοῦτο τὸ ἔϑνος, φασὶν ἀξιωϑεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων. ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσϑαι καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχϑεισῶν παμπληϑεῖς, ζωγρῆσαι δ᾽ οὐκ ἐλάττους τρισχιλίων: τῶν δ᾽ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσϑαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔϑνος, οὐ δυνηϑεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελϑεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας. τῶν δ᾽ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥᾳϑυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιϑεμένας τὰς αἰχμαλωτίδας, σπασαμένας τὰ ξίφη τῶν δοκουσῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν: τέλος δὲ τοῦ πλήϑους αὐτὰς πανταχόϑεν περιχυϑέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι. τὴν δὲ Μύριναν ϑάψασαν τὰς ἀναιρεϑείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσϑαι. τὰς δὲ Γοργόνας ἐν τοῖς ὕστερον χρόνοις αὐξηϑείσας πάλιν ὑπὸ Περσέως τοῦ Διὸς καταπολεμηϑῆναι, καϑ᾽ ὃν καιρὸν ἐβασίλευεν αὐτῶν Μέδουσα: τὸ δὲ τελευταῖον ὑφ᾽ Ἡρακλέους ἄρδην ἀναιρεϑῆναι ταύτας τε καὶ τὸ τῶν Ἀμαζόνων ἔϑνος, 2 ἔφεδρον] ἐφάμιλλον II ἐχόντων Eichstädt, ἐχουσῶν libri 7 ἀντιταχϑέντων D 14 ἐπιϑεμένας abundat 16 δοκούντων D 17 αὐταῖς II 21 σοροὺς Reiske 24 καιρὸν] χρόνον II ἐβασίλευσεν D.