Textus Originalis
III 54. 55. 353
καϑ᾽ ὃν καιρὸν τοὺς πρὸς ἑσπέραν τόπους ἐπελϑὼν ἔϑετο τὰς ἐπὶ τῆς Λιβύης στήλας, δεινὸν ἡγούμενος, εἰ προελόμενος τὸ γένος κοινῇ τῶν ἀνϑρώπων εὐεργετεῖν περιόψεταί τινα τῶν ἐϑνῶν γυναικοκρατούμενα. λέγεται δὲ καὶ τὴν Τριτωνίδα λίμνην σεισμῶν γενομένων ἀφανισϑῆναι, ῥαγέντων αὐτῆς τῶν πρὸς τὸν ὠκεανὸν μερῶν κεκλιμένων. τὴν δὲ Μύρινάν φασι τῆς τε Λιβύης τὴν πλείστην ἐπελϑεῖν, καὶ παραβαλοῦσαν εἰς Αἴγυπτον πρὸς μὲν Ὧρον τὸν Ἴσιδος βασιλεύοντα τότε τῆς Αἰγύπτου φιλίαν συνϑέσϑαι, πρὸς δ᾽ Ἄραβας διαπολεμήσασαν καὶ πολλοὺς αὐτῶν ἀνελοῦσαν, τὴν μὲν Συρίαν καταστρέψασϑαι, τῶν δὲ Κιλίκων ἀπαντησάντων αὐτῇ μετὰ δώρων καὶ τὸ κελευόμενον ποιήσειν ὁμολογούντων, ἐλευϑέρους ἀφεῖναι τοὺς ἑκουσίως προσχωρήσαντας, οὓς ἀπὸ ταύτης τῆς αἰτίας μέχρι τοῦ νῦν Ἐλευϑεροκίλικας καλεῖσϑαι. καταπολεμῆσαι δ᾽ αὐτὴν καὶ τὰ περὶ τὸν Ταῦρον ἔϑνη, διάφορα ταῖς ἀλκαῖς ὄντα, καὶ διὰ Φρυγίας τῆς μεγάλης ἐπὶ ϑάλατταν καταβῆναι: ἑξῆς δὲ τὴν παραϑαλάττιον χώραν προσαγαγομένην ὅρους ϑέσϑαι τῆς στρατείας τὸν Κάικον ποταμόν. τῆς δὲ δορικτήτου χώρας ἐκλεξαμένην τοὺς εὐϑέτους τόπους εἰς πόλεων κτίσεις οἰκοδομῆσαι πλείους πόλεις, καὶ τούτων ὁμώνυμον μίαν ἑαυτῇ κτίσαι, τὰς δ᾽ ἄλλας ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν, Κύμην, Πιτάναν, Πριήνην. 2 τὴν ... στήλην II 8 τε om. D 12 αὐτῶν om. D 20 προσαγομένην D 22 δορυκτήτου vulg. 26 τὰς om. D Πιτάνην codices Πριήνην] πρίνειαν F, πρεττανίαν πρὴν D, πρεττανίαν πρίμην G