Textus Originalis
354 DIODORI SICULI
ταύτας μὲν οὖν οἰκίσαι παρὰ ϑάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις. κατασχεῖν δ᾽ αὐτὴν καὶ τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ᾗ κτίσαι πόλιν Μυτιλήνην ὁμώνυμον τῇ μετεχούσῃ τῆς στρατείας ἀδελφῇ. ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασϑῆναι, καὶ ποιησαμένην τῇ μητρὶ τῶν ϑεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχϑῆναι νήσῳ τινὶ τῶν ἐρήμων: ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καϑιερῶσαι τῇ προειρημένῃ ϑεῷ καὶ βωμοὺς ἱδρύσασϑαι καὶ ϑυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι: ὀνομάσαι δ᾽ αὐτὴν Σαμοϑρᾴκην, ὅπερ εἶναι μεϑερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον: ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῇ ποτὲ Θρᾳκῶν Σαμοϑρᾴκην ὀνομασϑῆναι. οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελϑουσῶν εἰς τὴν ἤπειρον μυϑολογοῦσι τὴν μητέρα τῶν ϑεῶν εὐαρεστηϑεῖσαν τῇ νήσῳ ἄλλους τέ τινας ἐν αὐτῇ κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας: ἐξ οὗ δ᾽ εἰσὶ πατρὸς ἐν ἀπορρήτῳ κατὰ τὴν τελετὴν παραδίδοσϑαι: καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῇ συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοϑετῆσαι. περὶ δὲ τούτους τοὺς χρόνους Μόψον τὸν Θρᾷκα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θρᾳκῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς 4 Μιτυλήνην codices 14 τὸ πρὸ τούτου D, τὸ τοῦ προτοῦ C 15 καλουμένην αὐτὴν vulg. 16 τότε CD 17 ἀμαζονίδων D 22 παραδιδομένου vulg. 23 τὸ om. D 25 Μόμψον C 27 ἀμαζονίδων C.