Textus Originalis

III 55. 56. 355

III 55. 56. 355

συνεκπεσούσης αὐτῷ: συστρατεῦσαι δὲ καὶ Σίπυλον τῷ Μόψῳ τὸν Σκύϑην, πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῇ Θρᾴκῃ Σκυϑίας. γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεϑῆναι καὶ τῶν ἄλλων τὰς πλείους. τοῦ δὲ χρόνου προβαίνοντος, καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θρᾳκῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφϑείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην. καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυϑολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας. Ἡμεῖς δ᾽ ἐπειδὴ περὶ τῶν Ἀτλαντίων ἐμνήσϑημεν, οὐκ ἀνοίκειον ἡγούμεϑα διελϑεῖν τὰ μυϑολογούμενα παρ᾽ αὐτοῖς περὶ τῆς τῶν ϑεῶν γενέσεως, διὰ τὸ μὴ πολὺ διαλλάττειν αὐτὰ τῶν μυϑολογουμένων παρ᾽ Ἕλλησιν. οἱ τοίνυν Ἀτλάντιοι τοὺς παρὰ τὸν ὠκεανὸν τόπους κατοικοῦντες καὶ χώραν εὐδαίμονα νεμόμενοι πολλῷ μὲν εὐσεβείᾳ καὶ φιλανϑρωπίᾳ τῇ πρὸς τοὺς ξένους δοκοῦσι διαφέρειν τῶν πλησιοχώρων, τὴν δὲ γένεσιν τῶν ϑεῶν παρ᾽ αὑτοῖς γενέσϑαι φασί. συμφωνεῖν δὲ τοῖς λεγομένοις ὑπ᾽ αὐτῶν καὶ τὸν ἐπιφανέστατον τῶν παρ᾽ Ἕλλησι ποιητῶν ἐν οἷς παρεισάγει τὴν Ἥραν λέγουσαν εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε ϑεῶν γένεσιν καὶ μητέρα Τηϑύν. μυϑολογοῦσι δὲ πρῶτον παρ᾽ αὑτοῖς Οὐρανὸν βα- 1 συνεπεισπεσούσης D, συνεπιπευσούσης C, συνεισπεσούσης F, corr. Wess. 12 ἐπεὶ II ἀτλαντίδων D, ἀτλαντείων C 16 ἀτλάντειοι C, ἀτλαντεῖς οἱ D 18 πολλῷ scripsi, πολλῇ codices, πολὺ Dind. 23 ποιητῶν] ὅμηρον add. D.