Textus Originalis
356 DIODORI SICULI
σιλεῦσαι καὶ τοὺς ἀνϑρώπους σποράδην οἰκοῦντας συναγαγεῖν εἰς πόλεως περίβολον, καὶ τῆς μὲν ἀνομίας καὶ τοῦ ϑηριώδους βίου παῦσαι τοὺς ὑπακούοντας, εὑρόντα τὰς τῶν ἡμέρων καρπῶν χρείας καὶ παραϑέσεις καὶ τῶν ἄλλων τῶν χρησίμων οὐκ ὀλίγα: κατακτήσασϑαι δ᾽ αὐτὸν καὶ τῆς οἰκουμένης τὴν πλείστην, καὶ μάλιστα τοὺς πρὸς τὴν ἑσπέραν καὶ τὴν ἄρκτον τόπους. τῶν δὲ ἄστρων γενόμενον ἐπιμελῆ παρατηρητὴν πολλὰ προλέγειν τῶν κατὰ τὸν κόσμον μελλόντων γίνεσϑαι: εἰσηγήσασϑαι δὲ τοῖς ὄχλοις τὸν μὲν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως, τοὺς δὲ μῆνας ἀπὸ τῆς σελήνης, καὶ τὰς κατ᾽ ἔτος ἕκαστον ὥρας διδάξαι. διὸ καὶ τοὺς πολλούς, ἀγνοοῦντας μὲν τὴν τῶν ἄστρων αἰώνιον τάξιν, ϑαυμάζοντας δὲ τὰ γινόμενα κατὰ τὰς προρρήσεις, ὑπολαβεῖν τὸν τούτων εἰσηγητὴν ϑείας μετέχειν φύσεως, μετὰ δὲ τὴν ἐξ ἀνϑρώπων αὐτοῦ μετάστασιν διά τε τὰς εὐεργεσίας καὶ τὴν τῶν ἄστρων ἐπίγνωσιν ἀϑανάτους τιμὰς ἀπονεῖμαι: μεταγαγεῖν δ᾽ αὐτοῦ τὴν προσηγορίαν ἐπὶ τὸν κόσμον, ἅμα μὲν τῷ δοκεῖν οἰκείως ἐσχηκέναι πρὸς τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις καὶ τἄλλα τὰ γινόμενα περὶ τὸν κόσμον, ἅμα δὲ τῷ μεγέϑει τῶν τιμῶν ὑπερβάλλειν τὰς εὐεργεσίας, καὶ πρὸς τὸν αἰῶνα βασιλέα τῶν ὅλων αὐτὸν ἀναγορεύσαντας. Οὐρανοῦ δὲ μυϑολογοῦσι γενέσϑαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τετταράκοντα, 3 ὑπακούσαντας D 5 τὰς] δὲ τὰς D 8 δὲ] τε D 13 τοὺς] μὲν add. vulg. 14 μὲν om. vulg. 24 τὰς] σπουδάσαντας τὰς Reiske.