Textus Originalis
III 56. 57. 357
καὶ τούτων ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τιταίας ὄνομα μὲν ἴδιον ἔχοντας ἑκάστους, κοινῇ δὲ πάντας ἀπὸ τῆς μητρὸς ὀνομαζομένους Τιτᾶνας. τὴν δὲ Τιταίαν, σώφρονα οὖσαν καὶ πολλῶν ἀγαϑῶν αἰτίαν γενομένην τοῖς λαοῖς, ἀποϑεωϑῆναι μετὰ τὴν τελευτὴν ὑπὸ τῶν εὖ παϑόντων Γῆν μετονομασϑεῖσαν. γενέσϑαι δ᾽ αὐτῷ καὶ ϑυγατέρας, ὧν εἶναι δύο τὰς πρεσβυτάτας πολὺ τῶν ἄλλων ἐπιφανεστάτας, τήν τε καλουμένην Βασίλειαν καὶ Ῥέαν τὴν ὑπ᾽ ἐνίων Πανδώραν ὀνομασϑεῖσαν. τούτων δὲ τὴν μὲν Βασίλειαν, πρεσβυτάτην οὖσαν καὶ σωφροσύνῃ τε καὶ συνέσει πολὺ τῶν ἄλλων διαφέρουσαν, ἐκϑρέψαι πάντας τοὺς ἀδελφοὺς κοινῇ μητρὸς εὔνοιαν παρεχομένην: διὸ καὶ μεγάλην μητέρα προσαγορευϑῆναι: μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνϑρώπων εἰς ϑεοὺς μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασϑαι τὴν βασιλείαν παρϑένον οὖσαν ἔτι καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληϑεῖσαν. ὕστερον δὲ βουλομένην διαδόχους τῆς βασιλείας ἀπολιπεῖν υἱούς, Ὑπερίονι συνοικῆσαι τῶν ἀδελφῶν ἑνί, πρὸς ὃν οἰκειότατα διέκειτο. γενομένων δ᾽ αὐτῇ δύο τέκνων, Ἡλίου καὶ Σελήνης, καὶ ϑαυμαζομένων ἐπί τε τῷ κάλλει καὶ τῇ σωφροσύνῃ, φασὶ τοὺς ἀδελφοὺς ταύτῃ μὲν ἐπ᾽ εὐτεκνίᾳ φϑονοῦντας, τὸν δ᾽ Ὑπερίονα φοβηϑέντας μήποτε τὴν βασιλείαν εἰς αὑτὸν περι- 1 ὀκτωκαίδεκα] μὲν add. D 5 λαοῖς] ἄλλοις vulg. 7 αὐτῷ D (cf. Euseb. pr. ev. II 2, 37), αὐτῶν vulg. 10 μετονομασϑεῖσαν CF 17 τὴν βασιλείαν] τὴν ἐξουσίαν τὴν βασίλειαν CF 18 ἔτι Bekker, ἔτι δὲ codices 23 τε om. vulg.