Textus Originalis

358 DIODORI SICULI

358 DIODORI SICULI

σπάσῃ, πρᾶξιν ἐπιτελέσασϑαι παντελῶς ἀνόσιον: συνωμοσίαν γὰρ ποιησαμένους τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δ᾽ Ἥλιον ὄντα παῖδα τὴν ἡλικίαν ἐμβαλόντας εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι: καταφανοῦς δὲ γενομένης τῆς ἀτυχίας, τὴν μὲν Σελήνην φιλάδελφον οὖσαν καϑ᾽ ὑπερβολὴν ἀπὸ τοῦ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ μητέρα ζητοῦσαν τὸ σῶμα παρὰ τὸν ποταμὸν σύγκοπον γενέσϑαι, καὶ κατενεχϑεῖσαν εἰς ὕπνον ἰδεῖν ὄψιν, καϑ᾽ ἣν ἔδοξεν ἐπιστάντα τὸν Ἥλιον παρακαλεῖν αὐτὴν μὴ ϑρηνεῖν τὸν τῶν τέκνων ϑάνατον: τοὺς μὲν γὰρ Τιτᾶνας τεύξεσϑαι τῆς προσηκούσης τιμωρίας, ἑαυτὸν δὲ καὶ τὴν ἀδελφὴν εἰς ἀϑανάτους φύσεις μετασχηματισϑήσεσϑαι ϑείᾳ τινὶ προνοίᾳ: ὀνομασϑήσεσϑαι γὰρ ὑπὸ τῶν ἀνϑρώπων ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῷ πῦρ ἱερὸν καλούμενον, σελήνην δὲ τὴν μήνην προσαγορευομένην. διεγερϑεῖσαν δὲ καὶ τοῖς ὄχλοις τόν τε ὄνειρον καὶ τὰ περὶ αὑτὴν ἀτυχήματα διελϑοῦσαν ἀξιῶσαι τοῖς μὲν τετελευτηκόσιν ἀπονεῖμαι τιμὰς ἰσοϑέους, τοῦ δ᾽ αὐτῆς σώματος μηκέτι μηδένα ϑιγεῖν. μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς ϑυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσϑαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῷ δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφῳ ἐνϑεάζουσαν, ὥστε καταπλήττεσϑαι τοὺς ὁρῶντας. πάντων δὲ τὸ περὶ αὐτὴν 4 ἐμβαλόντας] post ποταμὸν vulg. (om. Eus. pr. ev. II 2, 38) 7 τὸ] τὸν DF 11 καὶ om. vulg. 20 μηκέτι om. D 24 λελυμένην Eus. l. c. (cf. c. 59, 1), καταλελυμένην codices.