Textus Originalis
III 57. 58. 359
πάϑος ἐλεούντων, καί τινων ἀντεχομένων τοῦ σώματος, ἐπιγενέσϑαι πλῆϑος ὄμβρου καὶ συνεχεῖς κεραυνῶν πτώσεις: ἐνταῦϑα δὲ τὴν μὲν Βασίλειαν ἀφανῆ γενέσϑαι, τοὺς δ᾽ ὄχλους ϑαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην τῇ προσηγορίᾳ καὶ ταῖς τιμαῖς μεταγαγεῖν ἐπὶ τὰ κατ᾽ οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων ϑεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασϑαι, καὶ ταῖς διὰ τῶν τυμπάνων καὶ κυμβάλων ἐνεργείαις καὶ τοῖς ἄλλοις ἅπασιν ἀπομιμουμένους τὰ περὶ αὐτὴν συμβάντα ϑυσίας καὶ τὰς ἄλλας τιμὰς ἀπονεῖμαι. Παραδίδοται δὲ τῆς ϑεοῦ ταύτης καὶ κατὰ τὴν Φρυγίαν γένεσις. οἱ γὰρ ἐγχώριοι μυϑολογοῦσι τὸ παλαιὸν γενέσϑαι βασιλέα Φρυγίας καὶ Λυδίας Μῄονα: γήμαντα δὲ Δινδύμην γεννῆσαι μὲν παιδίον ϑῆλυ, τρέφειν δ᾽ αὐτὸ μὴ βουλόμενον εἰς ὄρος ἐκϑεῖναι τὸ προσαγορευόμενον Κύβελον. ἐνταῦϑα τῷ παιδίῳ κατά τινα ϑείαν πρόνοιαν τάς τε παρδάλεις καί τινα τῶν ἄλλων τῶν ἀλκῇ διαφερόντων ϑηρίων παρέχεσϑαι τὴν ϑηλὴν καὶ διατρέφειν, γύναια δέ τινα περὶ τὸν τόπον ποιμαίνοντα κατιδεῖν τὸ γινόμενον, καὶ ϑαυμάσαντα τὴν περιπέτειαν ἀνελέσϑαι τὸ βρέφος, καὶ προσαγορεῦσαι Κυβέλην ἀπὸ τοῦ τόπου. αὐξομένην δὲ τὴν παῖδα τῷ τε κάλλει καὶ σωφροσύνῃ διενεγκεῖν, ἔτι δὲ συνέσει γενέσϑαι ϑαυμαστήν: τήν τε γὰρ πολυκάλαμον σύριγγα πρώτην ἐπινοῆσαι καὶ πρὸς τὰς παιδιὰς καὶ χορείας εὑρεῖν 3 βασίλισσαν D 8 καὶ ταῖς] ταῖς D — 10 ἀπομιμουμένοις vulg. 11 ϑυσίας] δὲ add. D 12 καὶ om. C 14 μηΐονα D 18 τε om. vulg. 21 περὶ D, παρὰ CF.