Textus Originalis
360 DIODORI SICULI
κύμβαλα καὶ τύμπανα, πρὸς δὲ τούτοις καϑαρμοὺς τῶν νοσούντων κτηνῶν τε καὶ νηπίων παίδων εἰσηγήσασϑαι: διὸ καὶ τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπ᾽ αὐτῆς ἐναγκαλιζομένων, διὰ τὴν εἰς ταῦτα σπουδὴν καὶ φιλοστοργίαν ὑπὸ πάντων αὐτὴν ὀρείαν μητέρα προσαγορευϑῆναι. συναναστρέφεσϑαι δ᾽ αὐτῇ καὶ φιλίαν ἔχειν ἐπὶ πλέον φασὶ Μαρσύαν τὸν Φρύγα, ϑαυμαζόμενον ἐπὶ συνέσει καὶ σωφροσύνῃ: καὶ τῆς μὲν συνέσεως τεκμήριον λαμβάνουσι τὸ μιμήσασϑαι τοὺς φϑόγγους τῆς πολυκαλάμου σύριγγος καὶ μετενεγκεῖν ἐπὶ τοὺς αὐλοὺς τὴν ὅλην ἁρμονίαν, τῆς δὲ σωφροσύνης σημεῖον εἶναί φασι τὸ μέχρι τῆς τελευτῆς ἀπείρατον γενέσϑαι τῶν ἀφροδισίων. τὴν οὖν Κυβέλην εἰς ἀκμὴν ἡλικίας ἐλϑοῦσαν ἀγαπῆσαι τῶν ἐγχωρίων τινὰ νεανίσκον τὸν προσαγορευόμενον μὲν Ἄττιν, ὕστερον δ᾽ ἐπικληϑέντα Πάπαν: συνελϑοῦσαν δ᾽ εἰς ὁμιλίαν αὐτῷ λάϑρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσϑῆναι κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν γονέων, διόπερ ἀναχϑείσης αὐτῆς εἰς τὰ βασίλεια, καὶ τοῦ πατρὸς τὸ μὲν πρῶτον ὡς παρϑένον προσδεξαμένου, μετὰ δὲ ταῦτα γνόντος τὴν φϑοράν, καὶ τάς τε τροφοὺς καὶ τὸν Ἄττιν ἀνελόντος καὶ τὰ σώματα ἐκρίψαντος ἄταφα, φασὶ τὴν Κυβέλην διὰ τὴν πρὸς τὸ μειράκιον φιλοστοργίαν καὶ τὴν ἐπὶ ταῖς τροφοῖς λύπην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι. καὶ ταύτην μὲν ὀλολύζουσαν καὶ τυμπανίζουσαν 2 καϑηγήσασϑαι D 15 ἡλικίας] ἀφροδισίων CF 17 δὲ κληϑέντα CF 19 κατὰ τοῦτον] κατ᾽ αὐτὸν D