Textus Originalis
III 58. 59. 361
μόνην ἐπιέναι πᾶσαν χώραν, λελυμένην τὰς τρίχας, τὸν δὲ Μαρσύαν ἐλεοῦντα τὸ πάϑος ἑκουσίως αὐτῇ συνακολουϑεῖν καὶ συμπλανᾶσϑαι διὰ τὴν προϋπάρχουσαν φιλίαν. παραγενομένους δ᾽ αὐτοὺς πρὸς Διόνυσον εἰς τὴν Νῦσαν καταλαβεῖν τὸν Ἀπόλλω τυγχάνοντα μεγάλης ἀποδοχῆς διὰ τὴν κιϑάραν, ἣν Ἑρμῆν εὑρεῖν φασιν, Ἀπόλλωνα δὲ πρῶτον αὐτῇ κατὰ τρόπον χρῆσϑαι: ἐρίζοντος δὲ τοῦ Μαρσύου πρὸς τὸν Ἀπόλλω περὶ τῆς τέχνης, καὶ τῶν Νυσαίων ἀποδειχϑέντων δικαστῶν, τὸν μὲν Ἀπόλλωνα πρῶτον κιϑαρίσαι ψιλήν, τὸν δὲ Μαρσύαν ἐπιβαλόντα τοῖς αὐλοῖς καταπλῆξαι τὰς ἀκοὰς τῷ ξενίζοντι, καὶ διὰ τὴν εὐμέλειαν δόξαι πολὺ προέχειν τοῦ προηγωνισμένου. συντεϑειμένων δ᾽ αὐτῶν παρ᾽ ἄλληλα τοῖς δικασταῖς ἐπιδείκνυσϑαι τὴν τέχνην, τὸν μὲν Ἀπόλλωνά φασιν ἐπιβαλεῖν τὸ δεύτερον ἁρμόττουσαν τῷ μέλει τῆς κιϑάρας ᾠδήν, καϑ᾽ ἣν ὑπερβαλέσϑαι τὴν προϋπάρξασαν τῶν αὐλῶν ἀποδοχήν: τὸν δὲ πρότερον ἀγανακτήσαντα διδάσκειν τοὺς ἀκροατὰς ὅτι παρὰ πᾶν τὸ δίκαιον αὐτὸς ἐλαττοῦται: δεῖν γὰρ γίνεσϑαι τέχνης σύγκρισιν, οὐ φωνῆς, καϑ᾽ ἣν προσήκει τὴν ἁρμονίαν καὶ τὸ μέλος ἐξετάζεσϑαι τῆς κιϑάρας καὶ τῶν αὐλῶν: καὶ πρὸς τούτοις ἄδικον εἶναι δύο τέχνας ἅμα πρὸς μίαν συγκρίνεσϑαι. τὸν δὲ Ἀπόλλω μυϑολογοῦσιν εἰπεῖν ὡς οὐδὲν αὐτὸν πλεονεκτοίη: καὶ γὰρ τὸν Μαρσύαν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, εἰς τοὺς αὐλοὺς ἐμφυσῶντα: 1 καταλελυμένην D 3 παρακολουϑεῖν II 13 ἐμμέλειαν Reiske 17 ὑπερβάλλεσϑαι D 20 παρ᾽ ἅπαν D 23 αὐλῶν] αὐτῶν αὐλῶν C 26 αὐτὸς II.