Textus Originalis

362 DIODORI SICULI

362 DIODORI SICULI

δεῖν οὖν ἢ τὴν ἐξουσίαν ταύτην ἴσην ἀμφοτέροις δίδοσϑαι τῆς κράσεως, ἢ μηδέτερον τῷ στόματι διαγωνιζόμενον διὰ μόνων τῶν χειρῶν ἐνδείκνυσϑαι τὴν ἰδίαν τέχνην. ἐπικρινάντων δὲ τῶν ἀκροατῶν τὸν Ἀπόλλω δικαιότερα λέγειν, συγκριϑῆναι πάλιν τὰς τέχνας, καὶ τὸν μὲν Μαρσύαν λειφϑῆναι, τὸν δ᾽ Ἀπόλλω διὰ τὴν ἔριν πικρότερον χρησάμενον ἐκδεῖραι ζῶντα τὸν ἡττηϑέντα. ταχὺ δὲ μεταμεληϑέντα καὶ βαρέως ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ πραχϑεῖσιν ἐνέγκαντα τῆς κιϑάρας ἐκρῆξαι τὰς χορδὰς καὶ τὴν εὑρημένην ἁρμονίαν ἀφανίσαι. ταύτης δ᾽ ὕστερον Μούσας μὲν ἀνευρεῖν τὴν μέσην, Λίνον δὲ τὴν λίχανον, Ὀρφέα δὲ καὶ Θαμύραν ὑπάτην καὶ παρυπάτην. τὸν δ᾽ Ἀπόλλω φασὶν εἰς τὸ ἄντρον τοῦ Διονύσου τήν τε κιϑάραν καὶ τοὺς αὐλοὺς ἀναϑέντα, καὶ τῆς Κυβέλης ἐρασϑέντα, συμπλανηϑῆναι ταύτῃ μέχρι τῶν Ὑπερβορέων. κατὰ δὲ τὴν Φρυγίαν ἐμπεσούσης νόσου τοῖς ἀνϑρώποις καὶ τῆς γῆς ἀκάρπου γενομένης, ἐπερωτησάντων τῶν ἀτυχούντων τὸν ϑεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς προστάξαι φασὶν αὐτοῖς ϑάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν τὴν Κυβέλην ὡς ϑεόν. διόπερ τοὺς Φρύγας ἠφανισμένου τοῦ σώματος διὰ τὸν χρόνον εἴδωλον κατασκευάσαι τοῦ μειρακίου, πρὸς ᾧ ϑρηνοῦντας ταῖς οἰκείαις τιμαῖς τοῦ πάϑους ἐξιλάσκεσϑαι τὴν τοῦ παρανο- 1 ἴσην om. II 2 κράσεως Eichstädt, κρίσεως libri, κρίσεως ἢ χρήσεως Wess. — 4 τέχνην] χρείαν II — 6 Μαρσύαν] πάλιν add. II 13 Θάμυριν II; τὴν add. Eich. 15 ταύτῃ] αὐτῇ D (et Eus. pr. ev. II 2, 44) 19 τῶν ἀτυχούντων τὸν ϑεὸν Dindorf, τὸν ϑεὸν ἀτυχούντων D, τὸν ϑεὸν vulg. 23 διὰ τὸν χρ. ἠφ. τοῦ σώματος vulg.