Textus Originalis

368 DIODORI SICULI

368 DIODORI SICULI

ϑῆναι, εἰς φυσικάς τινας αἰτίας μετάγουσι τοὺς τοιούτους λόγους. Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσϑαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποϑλιβόμενον οἶνον: τὸ δ᾽ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασϑῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, [διὰ τὸ τοὺς ἀνϑρώπους τὴν γῆν Δήμητραν νομίζειν:] τὴν δὲ καϑέψησιν τῶν μελῶν μεμυϑοποιῆσϑαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν. τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανϑέντα τῶν μελῶν ἁρμοσϑέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαϑίστασϑαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηϑεῖσαν ἄμπελον καὶ τμηϑεῖσαν ταῖς κατ᾽ ἔτος ὥραις εἰς τὴν προϋπάρχουσαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαϑίστησι. καϑόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυϑογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσϑαι. σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ ϑέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος. ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσϑαι, καὶ τεϑεῖσϑαι τὴν προσηγορίαν [καὶ] Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς ϑεοῦ 1 ἀνάγουσι II 3 τε] τῆς D ὄμβρου CF 7 διὰ — νομίζειν del. Reiske 10 καὶ μίσγοντας om. II 11 κατασκευάζοντας II 12 τὸ δὲ τὰ Dindorf, τὰ δ᾽ libri 14 πάλιν ὅτι vulg.; πάλιν del. Dind. 25 τὴν πρ.] διττὴν πρ. Wurm 26 καὶ del. Eich.