Textus Originalis
III 62. 63. 369
ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δ᾽ ἀπὸ τῶν ϑυομένων αὐτῇ ϑυσιῶν καὶ ϑυηλῶν. δὶς δ᾽ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσϑαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φϑαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ ϑεοῦ παρ᾽ ἀνϑρώποις, καϑ᾽ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσϑαι πάλιν τὸν ϑεὸν [τοῦτον] μεμυϑοποιῆσϑαι. οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυϑολογοῦσι. τῶν δὲ μυϑογράφων οἱ σωματοειδῆ τὸν ϑεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν. ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσϑαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον: ἔνιοι δέ, καϑάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις: καί φασι τὸν μὲν ἀρχαιότατον Ἰνδὸν γεγονέναι, καὶ τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον πρῶτον τοῦτον ἀποϑλῖψαι βότρυας καὶ τὴν χρείαν τῆς περὶ τὸν 2 φυομένων D 3 παραδέδοσϑαι D 9 τοῦτον om. CD.