Textus Originalis

370 DIODORI SICULI

370 DIODORI SICULI

οἶνον φύσεως ἐπινοῆσαι, ὁμοίως δὲ καὶ τῶν σύκων καὶ τῶν ἄλλων ἀκροδρύων τὴν καϑήκουσαν ἐπιμέλειαν ποιήσασϑαι, καὶ καϑόλου τὰ πρὸς τὴν συγκομιδὴν καὶ παράϑεσιν τούτων τῶν καρπῶν ἐπινοῆσαι. τὸν αὐτὸν δὲ καὶ καταπώγωνα λέγουσι γενέσϑαι διὰ τὸ τοῖς Ἰνδοῖς νόμιμον εἶναι μέχρι τῆς τελευτῆς ἐπιμελῶς ὑποτρέφειν τοὺς πώγωνας. τὸν δ᾽ οὖν Διόνυσον ἐπελϑόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόϑλιψιν τῶν βοτρύων: ἀφ᾽ οὗ Ληναῖον αὐτὸν ὀνομασϑῆναι. ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνϑρώπων μετάστασιν ἀϑανάτου τιμῆς παρὰ τοῖς εὖ παϑοῦσιν. δείκνυσϑαι δὲ παρ᾽ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσϑαι τὸν ϑεὸν καὶ προσηγορίας πόλεων ἀπ᾽ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον: καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρ᾽ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. δεύτερον δὲ μυϑολογοῦσι γενέσϑαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος. τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπ᾽ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνϑρώπων τὴν γῆν κατεργαζομένων. πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, δι᾽ 1 τῶν Dindorf, τὴν τῶν libri 2 τῶν] τὴν τῶν C ἐπιμέλειαν Dindorf, ἐπιμέλειαν καὶ παράδοξον παράδοσιν D, ἐπιμέλειαν καὶ παράδοσιν II 4 καὶ παράϑεσιν add. Dind. ἐπινοῆσαι] διὸ καὶ ληναῖον ὀνομασϑῆναι add. codices 9 γενέσϑαι om. II 16 ἀπ᾽ Dindorf, ὑπ᾽ codices 20 γενέσϑαι om. D 28 τοῦ] τούτου D