Textus Originalis

38 DIODORI SICULI

38 DIODORI SICULI

ἐπιφανεστάτους ἥρωάς τε καὶ ϑεούς, ἔτι δ᾽ ἀποικίας τὰς παρ᾽ ἑαυτῶν. καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα, δι᾽ ἀνδρείαν ἐπελϑεῖν πολλὴν τῆς οἰκουμένης, καὶ τὴν ἐπὶ τῆς Λιβύης ϑέσϑαι στήλην: ὑπὲρ οὗ πειρῶνται τὰς ἀποδείξεις παρὰ τῶν Ἑλλήνων λαμβάνειν. ὁμολογουμένου γὰρ ὄντος παρὰ πᾶσιν ὅτι τοῖς Ὀλυμπίοις ϑεοῖς Ἡρακλῆς συνηγωνίσατο τὸν πρὸς τοὺς γίγαντας πόλεμον, φασὶ τῇ γῇ μηδαμῶς ἁρμόττειν γεγεννηκέναι τοὺς γίγαντας κατὰ τὴν ἡλικίαν ἣν οἱ Ἕλληνές φασιν Ἡρακλέα γεγενῆσϑαι, γενεᾷ πρότερον τῶν Τρωικῶν, ἀλλὰ μᾶλλον, ὡς αὐτοὶ λέγουσι, κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ἀνϑρώπων: ἀπ᾽ ἐκείνης μὲν γὰρ παρ᾽ Αἰγυπτίοις ἔτη καταριϑμεῖσϑαι πλείω τῶν μυρίων, ἀπὸ δὲ τῶν Τρωικῶν ἐλάττω τῶν χιλίων καὶ διακοσίων. ὁμοίως δὲ τό τε ῥόπαλον καὶ τὴν λεοντῆν τῷ παλαιῷ πρέπειν Ἡρακλεῖ διὰ τὸ κατ᾽ ἐκείνους τοὺς χρόνους μήπω τῶν ὅπλων εὑρημένων τοὺς ἀνϑρώπους τοῖς μὲν ξύλοις ἀμύνεσϑαι τοὺς ἀντιταττομένους, ταῖς δὲ δοραῖς τῶν ϑηρίων σκεπαστηρίοις ὅπλοις χρῆσϑαι. καὶ Διὸς μὲν υἱὸν αὐτὸν ἀναγορεύουσι, μητρὸς δὲ ἧς ἐστιν οὔ φασι γινώσκειν. τὸν δ᾽ ἐξ Ἀλκμήνης γενόμενον ὕστερον πλείοσιν ἔτεσιν ἢ μυρίοις, Ἀλκαῖον ἐκ γενετῆς καλούμενον, ὕστερον Ἡρακλέα μετονομασϑῆναι, οὐχ ὅτι δι᾽ Ἥραν ἔσχε κλέος, ὥς φησιν ὁ Μᾶτρις, ἀλλ᾽ ὅτι τὴν αὐτὴν ἐζηλωκὼς προαίρεσιν Ἡρακλεῖ τῷ παλαιῷ τὴν ἐκείνου δόξαν ἅμα καὶ προσηγορίαν ἐκληρονόμησε. συμφωνεῖν δὲ τοῖς 9 οἱ om. D 10 γενέσϑαι F 18 τοὺς ἀνϑρώπους om. CF 19 ἀντιταττομένους] τῶν ἀνϑρώπων add. CF.