Textus Originalis

III 63. 64. 371

III 63. 64. 371

ὧν ἀπολυϑῆναι τοὺς ὄχλους τῆς πολλῆς κακοπαϑείας: ἀνϑ᾽ ὧν τοὺς εὖ παϑόντας ἀπονεῖμαι τιμὰς ἰσοϑέους αὐτῷ καὶ ϑυσίας, προϑύμως ἁπάντων ἀνϑρώπων διὰ τὸ μέγεϑος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀϑανασίαν. παράσημον δ᾽ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεϑος τῆς ἐπινοηϑείσης τοῖς γεωργοῖς εὐχρηστίας. τρίτον δὲ γενέσϑαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου. μυϑολογοῦσι γὰρ ἐρασϑέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δ᾽ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνϑρωπον, ὁμοιωϑῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρ᾽ αὐτῇ γυναικῶν, παρακρούσασϑαι δὲ τὴν Σεμέλην: εἰπεῖν γὰρ πρὸς αὐτὴν ὅτι καϑῆκον ἦν τὸν Δία μετὰ τῆς αὐτῆς ἐπιφανείας τε καὶ τιμῆς ποιεῖσϑαι τὴν ὁμιλίαν ᾗπερ χρῆται κατὰ τὴν πρὸς τὴν Ἥραν συμπεριφοράν. διὸ καὶ τὸν μὲν Δία, τῆς Σεμέλης ἀξιούσης τυγχάνειν τῶν ἴσων Ἥρᾳ τιμῶν, παραγενέσϑαι μετὰ βροντῶν καὶ κεραυνῶν, τὴν δὲ Σεμέλην οὐχ ὑπομείνασαν τὸ μέγεϑος τῆς περιστάσεως τελευτῆσαι καὶ τὸ βρέφος ἐκτρῶσαι πρὸ τοῦ καϑήκοντος χρόνου. καὶ τοῦτο μὲν τὸν Δία ταχέως εἰς τὸν ἑαυτοῦ μηρὸν ἐγκρύψαι: μετὰ δὲ ταῦτα τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν 7 ἑτέρου CE 10 γενέσϑαι] λέγεσϑαι D 16 ὡμοιωϑῆναι vulg. — 16 αὐτῆς CF 18 αὐτῆς om. CF 21 τὴν om. CF.