Textus Originalis

372 DIODORI SICULI

372 DIODORI SICULI

τελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας. ἐνταῦϑα δ᾽ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευϑῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν ϑιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν: μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ ϑύρσοις καϑοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασϑαι τὴν οἰκουμένην. καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνϑρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐϑνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν. διαβοηϑείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ ϑεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσϑαι μετὰ πολλῆς χαρᾶς. ὀλίγων δ᾽ ὄντων τῶν δι᾽ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας δι᾽ ἀκρασίαν αὐτὸν περιάγεσϑαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φϑορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσϑαι τοὺς τοιούτους ὑπ᾽ αὐτοῦ παραχρῆμα. ἐνίοτε γὰρ τῇ τῆς ϑείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσϑαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ 13 πανηγύρεις ἄγειν πανταχοῦ D 14 τὰ Bekker, τά τε libri 16 παρασκευάζειν II 27 ϑείας om. vulg.