Textus Originalis
III 64. 65. 373
δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα: ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας. ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν ϑύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου: διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτ᾽ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιϑέμενον κατακοντίζειν. τῶν δὲ κολασϑέντων ὑπ᾽ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενϑέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρ᾽ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί. μυϑολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνϑέσϑαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφ᾽ Ἑλλησπόντῳ. διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιϑέσϑαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαϑόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δ᾽ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι. διόπερ λάϑρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιϑέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί 5 διὸ om. II 14 τὸν Θρᾴκης — 17 Λυκοῦργον om. AD 19 μαινάδας] βάκχας D 20 Θάροψ II. 22 ἐν] μὲν ἐν f.