Textus Originalis

374 DIODORI SICULI

374 DIODORI SICULI

τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι. μετὰ δὲ ταῦτα τῷ μὲν Χάροπι χάριν ἀποδιδόντα τῆς εὐεργεσίας παραδοῦναι τὴν τῶν Θρᾳκῶν βασιλείαν καὶ διδάξαι τὰ κατὰ τὰς τελετὰς ὄργια: Χάροπος δ᾽ υἱὸν γενόμενον Οἴαγρον παραλαβεῖν τήν τε βασιλείαν καὶ τὰς ἐν τοῖς μυστηρίοις παραδεδομένας τελετάς, ἃς ὕστερον Ὀρφέα τὸν Οἰάγρου μαϑόντα παρὰ τοῦ πατρός, καὶ φύσει καὶ παιδείᾳ τῶν ἁπάντων διενεγκόντα, πολλὰ μεταϑεῖναι τῶν ἐν τοῖς ὀργίοις: διὸ καὶ τὰς ὑπὸ τοῦ Διονύσου γενομένας τελετὰς Ὀρφικὰς προσαγορευϑῆναι. τῶν δὲ ποιητῶν τινες, ὧν ἐστι καὶ Ἀντίμαχος, ἀποφαίνονται τὸν Λυκοῦργον οὐ Θρᾴκης, ἀλλὰ τῆς Ἀραβίας γεγονέναι βασιλέα, καὶ τῷ τε Διονύσῳ καὶ ταῖς βάκχαις τὴν ἐπίϑεσιν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ πεποιῆσϑαι. τὸν δ᾽ οὖν Διόνυσόν φασι κολάσαντα μὲν τοὺς ἀσεβεῖς, ἐπιεικῶς δὲ προσενεχϑέντα τοῖς ἄλλοις ἀνϑρώποις, ἐκ τῆς Ἰνδικῆς ἐπ᾽ ἐλέφαντος τὴν εἰς Θήβας ἐπάνοδον ποιήσασϑαι. τριετοῦς δὲ διαγεγενημένου τοῦ σύμπαντος χρόνου, φασὶ τοὺς Ἕλληνας ἀπὸ ταύτης τῆς αἰτίας ἄγειν τὰς τριετηρίδας. μυϑολογοῦσι δ᾽ αὐτὸν καὶ λαφύρων ἠϑροικότα πλῆϑος ὡς ἂν ἀπὸ τηλικαύτης στρατείας, πρῶτον τῶν ἁπάντων καταγαγεῖν ϑρίαμβον εἰς τὴν πατρίδα. Διονύσου μὲν οὖν αἱ γενέσεις συμφωνοῦνται μάλιστα παρὰ τοῖς παλαιοῖς: ἀμφισβητοῦσι δὲ καὶ πόλεις οὐκ ὀλίγαι Ἑλληνίδες τῆς τούτου τεκνώσεως: 1 προσενεγκ. Hertlein 2 Θάροπι II ἀποδόντα D 4 Θάροπος II 5 τε om. II 6 τελετὰς παρ. vulg. 24 τῶν] τὸν vulg.