Textus Originalis

III 65. 66. 375

III 65. 66. 375

καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευϑερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρ᾽ ἑαυτοῖς ἀποφαίνονται τεκνωϑῆναι. καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρ᾽ αὐτοῖς γενέσεως τοῦ ϑεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος: τῶν δ᾽ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καϑιδρυμένα. καϑόλου δ᾽ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ ϑεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν. μαρτυρεῖ δὲ τοῖς ὑφ᾽ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωϑῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ, οἱ μὲν γὰρ Δρακάνῳ σ᾽, οἱ δ᾽ Ἰκάρῳ ἠνεμοέσσῃ φάσ᾽, οἱ δ᾽ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἱ δέ σ᾽ ἐπ᾽ Ἀλφειῷ ποταμῷ βαϑυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ, ἄλλοι δ᾽ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσϑαι, ψευδόμενοι: σὲ δ᾽ ἔτικτε πατὴρ ἀνδρῶν τε ϑεῶν τε πολλὸν ἀπ᾽ ἀνϑρώπων κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνϑέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. 6 αὐτομάτην II 14 τε om. CF 15 λεγομένοις om. II 19 οἱ μὲν ... σ᾽] ἄλλοι μὲν γὰρ διαικανωσσε D 20 φάσ᾽ Ἐμπ. α, φασίν codices 22 totum versum om. II 26 δὲ τῆς Νύσης ἄβατον ὄρος II.