Textus Originalis
376 DIODORI SICULI
οὐκ ἀγνοῶ δ᾽ ὅτι καὶ τῶν τὴν Λιβύην νεμομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ ϑεοῦ γενέσεως, καὶ τὴν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυϑολογούμενα παρ᾽ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι τοῦ καϑ᾽ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί: πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρ᾽ Ἕλλησι μυϑογράφων καὶ ποιητῶν συμφωνούμενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι. διόπερ, ἵνα μηδὲν παραλίπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, διέξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίῳ τῷ συνταξαμένῳ τὰς παλαιὰς μυϑοποιίας. οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχϑέντα καὶ πόλλ᾽ ἕτερα συντέτακται, παρατιϑεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυϑολόγων καὶ τῶν ποιητῶν. Φησὶ τοίνυν παρ᾽ Ἕλλησι πρῶτον εὑρετὴν γενέσϑαι Λίνου ῥυϑμῶν καὶ μέλους, ἔτι δὲ Κάδμου κομίσαντος ἐκ Φοινίκης τὰ καλούμενα γράμματα πρῶτον εἰς τὴν Ἑλληνικὴν μεταϑεῖναι διάλεκτον, καὶ τὰς προσηγορίας ἑκάστῳ τάξαι καὶ τοὺς χαρακτῆρας διατυπῶσαι. κοινῇ μὲν οὖν τὰ γράμματα Φοινίκεια κληϑῆναι διὰ τὸ παρὰ τοὺς Ἕλληνας ἐκ Φοινίκων μετενεχϑῆναι, ἰδίᾳ δὲ τῶν Πελασγῶν 7 παρ᾽] τῶν παρ᾽ D 8 σύμφωνα F 10 παραλείπωμεν D 11 ἱστορουμένων D — 14 τῷ συνταξαμένῳ om. D μυϑολογίας D 17 συνέταξε CF 26 φοινικῆα D, φοινίκια CF.