Textus Originalis
III 66. 67. 377
πρώτων χρησαμένων τοῖς μετατεϑεῖσι χαρακτῆρσι Πελασγικὰ προσαγορευϑῆναι. τὸν δὲ Λίνον ἐπὶ ποιητικῇ καὶ μελῳδίᾳ ϑαυμασϑέντα μαϑητὰς σχεῖν πολλούς, ἐπιφανεστάτους δὲ τρεῖς, Ἡρακλέα, Θαμύραν, Ὀρφέα. τούτων δὲ τὸν μὲν Ἡρακλέα κιϑαρίζειν μανϑάνοντα διὰ τὴν τῆς ψυχῆς βραδυτῆτα μὴ δύνασϑαι δέξασϑαι τὴν μάϑησιν, ἔπειϑ᾽ ὑπὸ τοῦ Λίνου πληγαῖς ἐπιτιμηϑέντα διοργισϑῆναι καὶ τῇ κιϑάρᾳ τὸν διδάσκαλον πατάξαντα ἀποκτεῖναι, Θαμύραν δὲ φύσει διαφόρῳ κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικήν, καὶ κατὰ τὴν ἐν τῷ μελῳδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ᾄδειν. διὸ καὶ τὰς ϑεὰς αὐτῷ χολωϑείσας τήν τε μουσικὴν ἀφελέσϑαι καὶ πηρῶσαι τὸν ἄνδρα, καϑάπερ καὶ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα ἔνϑα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, καὶ ἔτι αἱ δὲ χολωσάμεναι πηρὸν ϑέσαν, αὐτὰρ ἀοιδὴν ϑεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαϑον κιϑαριστύν. περὶ δὲ Ὀρφέως τοῦ τρίτου μαϑητοῦ τὰ κατὰ μέρος ἀναγράψομεν, ὅταν τὰς πράξεις αὐτοῦ διεξίωμεν. τὸν δ᾽ οὖν Λίνον φασὶ τοῖς Πελασγικοῖς γράμμασι συνταξάμενον τὰς τοῦ πρώτου Διονύσου πράξεις καὶ τὰς ἄλλας μυϑολογίας ἀπολιπεῖν ἐν τοῖς ὑπομνήμασιν. ὁμοίως δὲ τούτοις χρήσασϑαι τοῖς Πελασγικοῖς γράμ- 4 et 9 Θάμυριν CF 6 Ὀρφέα] καὶ Ὀρφέα vulg. 11 κατὰ] τὰ κατὰ D 12 ἑαυτὸν] δ᾽ αὐτὸν D 14 τὸν ἄνδρα om. II 19 καὶ ἔτι om. D 29 τὰ add. Dind.