Textus Originalis
378 DIODORI SICULI
μασι τὸν Ὀρφέα καὶ Προναπίδην τὸν Ὁμήρου διδάσκαλον, εὐφυῆ γεγονότα μελοποιόν: πρὸς δὲ τούτοις Θυμοίτην τὸν Θυμοίτου τοῦ Λαομέδοντος, κατὰ τὴν ἡλικίαν γεγονότα τὴν Ὀρφέως, πλανηϑῆναι κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης, καὶ παραβαλεῖν τῆς Λιβύης εἰς τὴν πρὸς ἑσπέραν χώραν ἕως ὠκεανοῦ: ϑεάσασϑαι δὲ καὶ τὴν Νῦσαν, ἐν ᾗ μυϑολογοῦσιν οἱ ἐγχώριοι ἀρχαῖοι τραφῆναι τὸν Διόνυσον, καὶ τὰς κατὰ μέρος τοῦ ϑεοῦ τούτου πράξεις μαϑόντα παρὰ τῶν Νυσαίων συντάξασϑαι τὴν Φρυγίαν ὀνομαζομένην ποίησιν, ἀρχαϊκοῖς τῇ τε διαλέκτῳ καὶ τοῖς γράμμασι χρησάμενον. φησὶ δ᾽ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι ϑυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων. ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρϑένον τῷ κάλλει διαφέρουσαν Ἀμάλϑειαν ὄνομα. ἐρασϑέντα δ᾽ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ ϑαυμαστόν, καὶ τὴν μὲν Ἀμάλϑειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφ᾽ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευϑῆναι: διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς. τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβού- 1 προνοπίδην D 4 τὴν D, τοῦ vulg. 5 καὶ παραβαλεῖν — 6 χώραν om. C 6 χώραν Rhod., χώραν τῆς οἰκουμένης codices 8 ἀρχαῖοι f. del. 11 ἀρχαικοῖς Dindorf, ἀρχαικῶς libri (cf. 12, 3) 13 τοῦ om. CF 18 ἡμαλϑέαν codices (ut infra).